Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. ἢν μὲν δὴ Λακύδης ὑπογλισχρότερος, καί τινα τρόπον ὁ λεγόμενος οἰκονομικὸς, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ᾿ ἀποκλείων. καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο, καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι’ αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν, οὐδ’ ἄλλως πενίᾳ χρώμενος, οὐδ’ ἀπορίᾳ δούλων, ᾧ γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν.

ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ’ ἑαυτοῦ οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην εἰς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυ λίῳ τὸν μὲν δακτύλιον κατεκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιεὶς, ὥσθ’ ὕστερον ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδὶ δυνησόμενος ἀνελὼν τὸν δακτύλιον, αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ’ ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν δακτύλιον διὰ τοῦ κλείθρου.

τοῦτο οὑν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προίοι Λακύδης εἰς περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν, κἄπειτα ὡς σφίσιν ἦν θυμὸς, τὸ μὲν φαγόντες, τὰ δ’ ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μὲν, ἐσημαίνοντο δὲ, καὶ τὸν δακτύλιον πολλά γε αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίεσαν.

ὁ οὖν Λακύδης πλήρη μὲν καταλιπὼν, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη, ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν,

v.2.p.273
ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμιεῖον. ἀρξάμενός τε ἔνθεν ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ, μηδὲν μήτε ὁρᾶν μήτε ἀκούειν ἐναργὲς ἢ ὑγιές· καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχὴν, καὶ ἔφη “τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἀπ’ ἐμαυτοῦ μαθὼν, οὐκ ἄλλου πειραθείς.”

κἄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμιείου συμβᾶσαν αὐτῷ πάθην. τί οὖν ἂν, εἶπεν, ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσὶν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον, αὖθις δ’ ἐλθὼν ἀνοίξας τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; οὐ γὰρ τολμήσω εἰπεῖν ἔγωγε ἐλθόντα τινὰ κλέψαι ταῦτα, ὑπάρχοντος ἔνδον τοῦ δακτυλίου.

καὶ ὅς ἀκούων, ἦν γὰρ ὑβριστὴς, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν, γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμιείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ ἀφειμένα, καὶ μάτην ἐπεφιλοσοφήκει.

οὐ μέντοι ἀλλὰ οἴ γε παῖδες φόρτακες ἦσαν, καὶ οὐ θατέρᾳ ληπτοὶ, οἶοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται καὶ Δάκοι, κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, ἐπεί τε τοῖς Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺ τοῦ τολμήματος ᾔεσαν, καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα, καὶ τοτὲ μὲν ἑτέραν ἀντ’

v.2.p.274
ἐκείνης ὑπετίθεσαν, τοτὲ δὲ οὐδὲ ἄλλην, διὰ τὸ οἴεσθαι ἐκείνῳ γε ἀκατάληπτα ἔσεσθαι, καὶ οὕτω καὶ ἄλλως.

ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ γραμματεῖον θεωρῶν, ἢ σεσημασμένον μὲν, σφραγῖδι δ’ ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἂν καὶ ἀπεδείκνυε· τῶν δ’ ἡττωμένων τῇ ἀποδείξει καὶ φαμένων εἰ μή τι ἔπεστιν ἡ σφραγὶς αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν αὐτός γε ἔφη σημηνάμενος μνημονεύειν, καὶ ἀπεδείκνυε, καἲ περιῄει τῷ λόγῳ, καὶ ἐδεινολογεῖτο πρὸς αὐτοὺς, οἰόμενος παίζεσθαι, καὶ προσώμνυεν.

οἱ δ’ ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου αὐτοί γε ᾤοντο ὑπ’ αὐτοῦ παίζεσθαι, ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ ὥστε καὶ ἀμνημονεύτῳ· μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους.

τοῦ δ’ ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις καὶ λέγοντος οὐκ Ἀκαδημαϊκὰ, αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον, κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον, καὶ ἦσαν ἀντίτεχνοι κλέπται ἈκαδημαΪκοί· ὁ δὲ Στωϊκοῖς ἐνεκάλει· οἶ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας οὐκ ἄνευ τωθασμῶν τινων.

διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ καὶ λόγοι καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ’ ἔστι συντελῆ.

καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτε λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν τοῖς ἑαυτοῦ δόγμασι βοήθειαν, εἴτε μὴ ἐξελέγχοι πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεοὺς, καὶ

v.2.p.275
ἰοὺ ἰοὺ, καὶ φεῦ φεῦ, καὶ νὴ τοὺς θεοὺς καὶ νὴ τὰς θεὰς, ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ καὶ ἀξιοπιστίᾳ.

τελευτῶν δὲ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωικεύετο πρὸς τοὺς παῖδας, τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοιεν, οἰκουρὸς ἢν φίλος τοῦ ταμιείου προκαθήμενος. οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν, ὑπιδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο. ἄλλως, ἔφη, ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν.”

Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. τούτου δὲ γίνονται ἀκουσταὶ πολλοὶ, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ’ αὐτοῦ τῶν γνωρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἶ μετὰ τοῦτον.

μεθ’ οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν. λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο ᾖ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετήδευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν, καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ’ ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου, καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ’ οὐ τῆς ἀληθείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δ’ οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα