Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καθ’ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμουμεν.

Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;

Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὠ Πρώταρχε, καὶ λαβόμενος, βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονὴν, πολὺν ἐπισχὼν χρόνον, ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀληθείᾳ.

Τί δὲ χρόνου δεῖ; πολὺ γὰρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἱ· δὴ μέγισται δοκοῦσιν εἷναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.

Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψῃ, πότερον ἡδονὴ φρονήσεως, ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;

Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας. οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν [*](7 Καθ’ ἒ ’ν ἕκαστον — ] Plato Phileb. p. 65.)

v.2.p.318
πεφυκὸς ἀμετρότερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρότερον οὐδ᾿ ἂν ἔν ποτε.

Καλῶς εἴρηκας. ὅμως δ᾿ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;

Ἄρ᾿ οὖν φρόνησιν μὲν καὶ νοῦν, Σώκρατες, οὐδεὶς πώποτε οὔθ᾿ ὕπαρ οὔτ᾿ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτώ ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς, οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον;

Ὀρθῶς.

Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπ᾿ αὐταῖς ἤ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα δι- δόντες , ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.

Πάντη δὴ φήσεις, ὦ Πρώταρχ, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ᾿ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ πάνθ᾿ ὁπόσα χρὴ τοιαῦτα νομίζειν τὴν ἀΐδιον ᾑρῆσθαιφύσιν.

Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.

Δεύτερον μὲν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλειον καὶ ἱκανὸν καὶ πάνθ᾿ ὁπόσα τῆς γενέσεως αὖ ταύτης ἐστί.

Ἔοικε γοῦν.