Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐπειδή ἐστι γνῶσις διττὴ, ἡ μὲν τῶν πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμὰς, τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ τοι καὶ νῦν τοιαῦτα τινα λέγουσιν οἱ περὶ τὸν Ἐπίκουρον· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι.

τοσούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστ’ ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι. διότι μὲν γάρ ἐστιν ἑαυτὸ δείκνυσιν, ὁποῖον δ’ ἐστὶν ἑτέρου δεῖ τοῦ κρίνοντος. εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον ἡ αἴσθησις λέγει, πότερον δ’ αἱρετὸν ἢ φευκτὸν ὁ λόγος.

αὐτοί γε τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ

v.2.p.316
συμβέβηκε καὶ μάλα εἰκότως. τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα, τὸ μέντοι πάθος ἑαυτὸ μόνον. ὅτι δ’ οὕτως ἔχει μαρτυροῦσιν αὐτοί. καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακὸν, ὅμως οὐκ ἀεί φασι δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ καὶ οὐ τῷ ποιῷ.

δῆλον οὖν ὡς τό γε ποσὸν οὐδὲν ἀλλ’ ἢ ὁ λόγος κρίνει· τὸ γὰρ ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους, καὶ τὸ συμφέρει τῶνδέ τινων ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χαλεπωτέρας’ καὶ πάντα τὰ λόγος ὁ κρίνων ἐστίν.

τὸ δ’ ὅλον αἶ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ αἶ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. ταύτῃ δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ· καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι’ ἡμὰς καὶ ὡς ἂν ἡμεῖς ἔχωμεν.

διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ’ ἀηδῆ φαίνεται, καὶ ἔσθ’ ὅτε μὲν μᾶλλον, ἔσθ’ ὅτε δὲ ἧττον. ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι καὶ τὰς αἰσθήσεις καὶ τὸν νοῦν παραλαμβάνουσιν.

ἔοικε δ’ ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις, ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν, ὡς

v.2.p.317
ἔτυχε, χρωμένους μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. ἢ δεινόν γ’ ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτοὺς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν.”

Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους.