Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὡς δ’ οὐδὲν τοῦτο τοίνυν ὁ ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. ἀλλ’ εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ’ οὕτω πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἂν ἣ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ’ οὕτως ἂν εἴη λόγος πρὸς αὐτὸν, ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δὲ ἐρεῖ τι καὶ οὐκ ἐρεῖ, καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν ἑαυτῷ φησι δεῖν.

ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. δεῖ γὰρ εἰδέναι πρότερον αὐτοὺς τί δή ποτ’ ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον, οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον.

ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους (κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται) πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα ; φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει, καὶ ἡμεῖς αὐτοὶ, καὶ αἶ πόλεις, καὶ οἶ βίοι, καὶ τὰ ἔθη, καὶ οἷ νόμοι· καὶ τὰς

v.2.p.304
αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἷναι, καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα, καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους, καὶ ἐγρηγορότας καὶ κοιμωμένους, καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι.

πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγό- μενα. ταῦτα δὲ, φημὶ, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις ἤρετο, πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ’ ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος, ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι.

καὶ μὴν ὁπότε γε τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ’ ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ’ ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ’ ἕκαστα· τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὑν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ’ οὐ πιστεύουσιν, οὐδ’ ἂν ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν.

ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διη- γεῖται, μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε παρὰ τὸ ἱερὸν τὸ τοῦ Αμφιαράου, καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. ἆρ’ οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι, τί, ὦ πονηρὲ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων καὶ ἃ μὴ οἶσθα διηγούμενος; τί γὰρ μᾶλλον ἐνέτυχες αὐτῷ ἢ οὐκ ἐνέτυχες, καὶ διελέχθης ἢ οὐ διελέχθης;

αὐτός τε ἐκεῖνος ὁ θαμαστὸς Πυρρῶν ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος; ἢ καθάπερ οἶ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν; ἡνίκα δὲ ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ

v.2.p.305
λέγειν ἢ μὴ, καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκαταθέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε θαυμάζων; εἰ δὲ συγκατλέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις, αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων.

ἁπλῶς δὲ θαυμάσαι τις ἂν οἱ Τίμωνος σίλλοι καὶ αἷ κατὰ πάντων ἀνθρώπων βλασφημίαι, καὶ αἱ μακραὶ στοιχειώσεις εἰς Αἰνησιδήμου, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλεται αὐτοῖς. εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι, καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμὰς εἰδέναι καὶ ὑπολαβεῖν ὅτι τοιαῦτα εἴη τὰ πράγματα καθάπερ ἀξιοῖ Πυρρῶν. ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφορώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι.

πῶς οὖν ἐπ’ ἴσης ἀδιάφορα τὰ πράγματα καὶ ἀνεπίκριτα δύναιτ’ ἂν εἶναι; καὶ πῶς ἀσυγκατάθετιο καὶ ἀδόξαστοι γενοίμεθ’ ἄν; εἰ δ’ οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησὶν

  • οὐκ ἂν δὴ Πύρρωνί γ’ ἐρίσσειεν βροτὸς ἄλλος;
  • οὐ γὰρ μᾶλλον Πύρρωνα θαυμάσαι τις ἂν ἢ τὸν Κόροιβον ἐκεῖνον ἢ τὸν Μελητίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν.

    ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ ταῦτα. ποῖος γὰρ ἂν γένοιτο πολίτης, ἢ δικαστὴς, ἢ σύμβουλος, ἢ φίλος, ἢ ἀπλῶς εἰπεῖν ἄνθρωπος, ὅ γε τοιοῦτος ; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἰόμενος εἶναι κακὸν, ἢ αἰσχρὸν, ἢ δίκαιον, ἢ ἄδικον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἂν, ὅτι

    v.2.p.306
    τοὺς νόμους δεδοίκασι καὶ τὰς τιμωρίας οἶ τοιοῦτοι· πῶς γὰρ οἴ γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες;

    ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει περὶ τοῦ Πύρρωνος

  • ἀλλ’ οἶον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ’ ἀδάμαστον
  • πᾶσιν ὅσοι δαμνᾶτε βροτῶν ἄφατοι τε φατοί τε
  • λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν’ ἔνθα καὶ ἔνθα
  • ἐκ παθέων, δόξης τε καὶ εἰκαίης νομοθήκης.
  • ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, ὅτι δέοι κατακολουθοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἔθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. τί δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολουθεῖν ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηδὲν, μηδὲ ἔχοντάς τι ὅτῳ κρινοῦμεν;