Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐκεῖνο μὲν γὰρ καὶ παντά- πασίν ἐστιν ἠλίθιον, ἐπειδὰν λέγωσιν ὅτι καθάπερ τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτὰ, τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα μετὰ τῶν ἄλλων ἀναιρεῖ καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἶ χρώμενοι τούτῳ. βέλτιον οὖν ἡσυχίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαίρειν.

ἀλλὰ μὴν οὐδ’ ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον καὶ ὁ τούτων λόγος. τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται κἀν τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρχειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον ἀεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν ἀσυγκατα- θέτους.

ὅτι δ’ οὐκ οἴονται τὸν ἄνθρωπον ἀδόξαστον εἶναι καὶ ὡδὶ καταμάθοι τις ἄν. ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. τὸ δ’ αἰσθάνεσθαι γνωρίζειν τι ἢν. ὅτι δὲ καὶ πιστεύει τῇ

v.2.p.307
αἰσθήσει πᾶσι φανερόν· ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν ἐγγύτερον καὶ ἐπηλυγάσατο.

καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν· οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ’ ὑπολήψεως γίγνεσθαι ; περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ ἐπεφύκειμεν ὑπολαμβάνειν. ἀλλ’ ἔγωγε ἐῶ τἄλλα τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν, ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως.”

“Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τρόπον τοῦτον φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν καὶ παρὰ τοὺς νόμους ὡδὶ κατίδοιμεν ἄν. εἰ γὰρ αὖ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ’ ἢ καθάπερ ἐν ὕπνῳ ζῆν ἡμὰς εἰκῆ καὶ ἐμπλήκτως ; ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται καὶ στρατηγοὶ καὶ οἶ παισεύοντες. ἀλλ’ ἔμοιγε δοκοῦσιν οἶ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐρρωμένην οἶ ταῦτα ληροῦντες.

οὐχ ἥκιστα μέντοι τοῦτο καταμάθοι τις ἂν κἀκεῖθεν. Ἀντίγονος γοῦν ὁ Καρύστιος κατὰ τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀναγράψας αὐτῶν τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, σκωπτόμενον δ’ ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη ἄνθρωπον ἐκδῦναι. Φιλίστης δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης, ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν καὶ μὴ παρασχομένου, τοῦ μέντοι Πύρρωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος

v.2.p.308
ἔλεγεν ὡς οὐ ποιήσαιτο σύμφωνα τοῖς λόγοις οὐδ᾿ ἄξια τῆς ἀπαθείας, εἰπεῖν αὐτὸν, ἐν γοῦν γυναικὶ οὐ δεῖ τὴς ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. καίτοι δικαίως ἂν εἶπεν ὁ φίλος ὅτι, ὦ μάταιε, καὶ ἐν γυναικὶ καὶ κυνὶ καὶ πᾶσιν, εἴ τι δή σοι τῶν λόγων τούτων ἐστὶν ὄφελος.”

“Ὀρθῶς δ᾿ ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο καὶ τίνας ἐξήλωσεν αὐτός. ὁ μὲν οὖν Πύρρων Ἀναξάρχου τινὸς ἐγένετο μαθητὴς, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ᾿ οὕτως εὐτυχὴς, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχὼν χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν οὔτε συνεγράψατο, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ᾿ ὕστερον τοῦτον τὸν τῦφον περιβαλλόμενος καὶ καλῶν ἄτυφον ἑαυτὸν οὐδὲν ἐν γραφῇ κατέλιπεν.

ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ᾿ ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας παρῳδίας καὶ βωμολόχους, ἐν αἶς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. ιὗτος γὰρ ἦν ὁ τοὺς σίλλους γράψας καὶ λέγων

  • σχέτλιοι ἄνθρψποι, κάκ᾿ ἐλέγχεα, γαστέρες οἶον,
  • τοίων ἔκ τ᾿ ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε,
  • καὶ
  • ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.
  • μηδενὸς δ᾿ ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τὸ παράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ᾿ Αἴγυπτον Αἰνγςίσημός τις ἀναζωπυρεῖν ρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν ὁδὸν βεβαδικότων ταύτην εἰσὶν οὗτοι.

    ὅτι μὲν οὖν τὴν τοιαύτην εἴτε αἵρεσιν εἴτε ἀγωγὴν λόγων εἴτε ὅπη καὶ

    v.2.p.309
    ὅπως ἐθέλει τις καλεῖν αὐτὴν οὐδεὶς ἂν εὖ φρονῶν ὀρθὴν εἶναι φαίη δῆλον. ἐγὼ μὲν γὰρ οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτὴν, ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς."

    Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύρρωνα φιλοσοφεῖν νομιζομένους. συγγενῆ δ᾿ αὐτοῖς εἴη ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς κατὰ Ἀρίστιππον τὸν Κυρηναῖον , μόνα λέγοντας εἶναι τὰ πάθη καταληπτά. Σωκράτους δ᾿ ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ᾿ ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴληφεν. ἦν δ᾿ ὁ Ἀρίστιππος ὑγρὸς πάνυ τὸν βίον καὶ φιλήδονος· ἀλλ᾿ οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. ἀεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοὐ λέγειν τέλος εἶναι τὸ ἡδέως ζῆν.

    τούτου γέγονεν ἀκουστὴς σὺν ἄλλοις καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη· ἥτις γεννήσασα παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς εἰσαχθεὶς ὑπ᾿ αὐτῆς εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. τρεῖς γὰρ ἔφη καταστάσεις εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν μὲν καθ᾿ ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δὲ καθ᾿ ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιουμένην· εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονὴν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ · τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ᾿ ἣν οὔτε ἀλγοῦμεν οὔτε ἡδόμεθα , γαλήνῃ παραπλησίαν οὖσαν. τούτων δ᾿ οὖν καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν, πρὸς οὓς ἀντιλέλεκται ταῦτα.

    v.2.p.310