Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ’ ἄν τι πάθος ἔξωθεν ταράξειέτε φρονιμωτάτην Ναί. Καὶ μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα ἀλλοιοῦται. Ἒστι ταῦτα.

Πᾶν’ δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴνὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ’ οὔ; Ταύτῃ μὲν δὴ ἥκιστ’ ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δῆτα. Ἀλλ’ ἆρα αὐτὸς αὑτὸν μεταβάλλοι ἂν καὶ ἀλλοιοῖ; Δηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται.

Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτὸν , ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑτοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ χεῖρον ἑαυτοῦ, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ’ ἐγὼ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν ὁπῃοῦν ἢ θεῶν ἢ ἀνθρώπων;

Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα, ἔφην, καὶ θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν , ἀλλ’, ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ’ ἐγὼ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς

v.2.p.170
  • θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσιν ,
  • παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας.
  • μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς, μηδ’ ἐν τραγῳδίαις μηδ’ έν τοῖς ἄλλοις ποι- ἤμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην, ὡς ἱέρειαν ἀγείρουσαν

  • Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις.
  • καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν. μηδ’ αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἶ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοίτινες περιέρχονται νύκτωρ πολλοῖς ξένοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν , ἅμα δὲ τοὺς παῖδας ἀπεργάζωνται δειλοτέρους. Μὴ γὰρ, ἔφη.

    Ἀλλ' ἆρα, ἦν δ’ ἐγὼ, αὐτοὶ μὲν οἶ θεοί εἰσιν οἷοι μὴ ματαβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ’ ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, ἦ δ’ ὅς.

    Οὐκ οἶσθα 5 ἦν δ’ ἐγὼ , ὅτι τό γε ὡς ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ’ ἐγὼ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν πω, ἦ δ’ ὃς, μανθάνω.

    Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν · ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστ’ ἂν δέξαιντο καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ.

    Πολύ γ’, ἔφη. Ἀλλὰ μὴν ὀρθότατά

    v.2.p.171
    γ’ ἂν , ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια, ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος. ἢ οὐχ οὕτω; Πάνυ μὲν οὑν.

    Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπὸ ἀνθρώπων μισεῖται. Δοκεῖ μοι. Τί δὲ δή; τὸ ἐν τοῖς λόγοις ψεῦδος πότε καὶ ἐν τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ’ οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνεται;

    καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν; Καὶ μ ΄λα, ἦ δ’ ὃς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ ἀφομοιῶν ἂν ψεύδοιτο ; Γελοῖον μέντἂν εἴη, ἔφη.

    Ποιητὴς μὲν ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι ; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι’ οἰκείων ἄνοιαν, ἢ μανίαν; Ἀλλ’ οὐδεὶς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιόν τε καὶ τὸ θεῖον. Παντά- πάσι μὲν οὖν, ἔφη.

    Κομιδῆ ἄρα ὁ θεὸς ἀπλοῦν καὶ ἀληθὲς ἔν τ’ ἔργῳ καὶ λόγῳ , καὶ οὔτε αὐτὸς μεθέσταται, οὔτε ἄλλους ἐξαπατᾷ, οὔτε κατὰ φαντασίας, οὔτε κατὰ σημείων πομπὰς, οὔθ’ ὕπαρ οὔτ’ ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καἰ λέγειν καὶ ποιεῖν, ὡς μήτε

    v.2.p.172
    αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήθ᾿ ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἔν ἔργω; Συγχωρῶ.

    Πολλὰ ἄρα Ὁμήρου ἐπανινοῦντες ἄλλα τοῦτο οὐκ ἐπαινεςόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· οὐδ᾿ Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις, 5 τὸν Ἀπόλλω ἐν τοῖς αὐτῆς γάμοις ᾄδοντα

  • ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας,
  • νόσων τ᾿ απείρους καὶ μακραίωνος τύχας
  • Παιὼν ἐπευφήμησεν, εὐθυμῶν ἐμέ.
  • κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα
  • ἤλιπζον εἶναι, μαντικῇ βρύον τέχνῃ.
  • ὁ δ᾿ αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρὼν,
  • αὐτὸς τάδ᾿ εἰπὼν, αὐτός ἐστιν ὁ κτανὼν
  • τὸν παῖδα τὸν ἐμόν.
  • ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανομέν τε καὶ χορὸν οὐ δώσομεν, οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ᾿ ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἔγωγε τοὺς τύπους τούτους συγχωρῶ, καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.”

    Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ᾿ ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ Τοῦ τῶν ὅλων θεοῦ, ἀλλ᾿ οὐδὲ περὶ τῶν ἀμφ᾿ αὐτὸν θείων ἀγγέλων, οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον, ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει, καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα.

    ἐφ᾿ ἑκάστῳ δ᾿ οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωςῆς ἐπιλέγει “καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν.” ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φηςὶ “καὶ εἶδεν ὁ θεὸς πάντα

    v.2.p.173
    ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.” δόγμα δ᾿ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· “φθόνῳ δὲ διαβό- λου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.”

    διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον. “ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία;” εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον, ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ᾿ ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σω- τηρίᾳ τῶν καμνόντων κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας.

    διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο , καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, οἱ δὲὤναντο κολαζόμενοι, οὐ μόνον κατὰ τὸν φιλόσοφον , ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν “ὃν γὰρ ἀγαπᾷ κύριος 25 παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.”