Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἐν τοῖς μείζοσιν, ἦν δ’ ἐγὼ, μύθοις] ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; ἔγωγε, ἴφη· ἀλλ’ οὐκ ἐννοῶ [*](1 Θεογονίαν — ] Plato Epinom. p. 980 c.) [*](1 ’Ev τοῖς μείζοσιν — ] Plato Rep. p. 377.)

v.2.p.165
οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἶ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι.

Ποίους δὴ, ἦ δ’ ὃς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ’ ἐγὼ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο ; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἶοί εἰσιν , ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γὰρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς δὴ λέγομεν καὶ ποῖα ;

Πρῶτον μὲν δὴ, ἦν δ’ ἐγὼ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ] εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος , ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ’ ἂν εἰ ἦν ἀληθῆ , ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ’ ἀνάγκη τις ἦν λέγειν, δι’ ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους , θυσαμένους οὐ χοῖρον , ἀλλά τι μέγα καὶ ἄπορον θῦμα , ὅπως ὡς ἐλαχίστοις συνέβη ἀκοῦσαι.

Καὶ γὰρ, r] δ’ ὃς, οὑτοί τοί γε οἶ λόγοι χαλεποί Καὶ οὐ λεκτέοι γε, ἔφην, ὧ Ἀδείμαντε , ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδ’ αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ , ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. Οὐ μὰ τὸν Δία, ἦ δ’ ὃς, οὐδεαὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν.

Οὐδέ γε, ἦν δ’ ἐγὼ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται · οὔτε γὰρ ἀληθῆ · εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομί-

v.2.p.166
ζεῖν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ’ εἴ πως μέλλοιμεν πείσειν ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ’ ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς, καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γιγνομένοις, καὶ τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν.

Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρὸς, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν , οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.

ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τι τε ὑπόνοια καὶ ὅ τι μὴ, ἀλλ’ ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλλιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν.

Ἔχει γὰρ, ἔφη, λόγον· ἀλλ’ εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς ἅττα ἐστὶ καὶ τίνες οἶ μῦθοι , τίνας ἂν φαῖμεν ; καὶ ἐγὼ εἶπον, ὦ Ἀδείμαντε, οὐκ ἐσμὲν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ’ οἰκισταὶ πόλεως. οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητὰς, παρ’ οὓς ἐὰν ποιῶσιν οὐκ ἐπιτρεπτέον , οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους.

Ὀρθῶς, ἔφη· ἀλλ’ αὐτὸ δὴ τοῦτο οἷ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; Τοιοίδε πού τινες, ἦν δ’ ἐγὼ, οἷος τυγχάνει ὢν ὁ θεὸς, ἀεὶ δή που ἀποδοτέον, ἐάν τέ τις αὐτὸν ἐν ἔπεσι ποιῇ ἐάν τε ἐν μέλεσιν ἐάν τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι τε καὶ λεκτέον οὕτω.

Τί μήν; Ἀλλὰ

v.2.p.167
μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν. ἦ γάρ; Οὔ μοι δοκεῖ. Ἄρ’ οὖν τὸ μὴ βλαβερὸν βλάπτει; Οὐδαμῶς. Ὃ δὲ μὴ βλάπτει, κακόν τι ποιεῖ; Οὐδὲ τοῦτο. ὁ δέ γε μηδὲν κακὸν ποιεῖ, οὐδ’ ἄν τινος εἴη κακοῦ αἴτιον. Πῶς γάρ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί. Αἴτιον ἄρα εὐπραγίας ; Ναί.

Οὐκ ἄρα πάντων γε αἴτιοντὸ ἀγαθὸν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. Παντελῶς γε, ἔφη. Οὐδ’ ἄρα, ἦν δ’ ἐγὼ, ὁ θεὸς, ἐπειδὴ ἀγαθὸς, πάντων ἂν εἴη αἴτιος, ὡς οἶ πολλοὶ λέγουσιν, ἀλλ’ ὀλίγων τοῖς ἀνθρώοις αἴτιος, πολλῶν δὲ ἀναίτιος · πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ’ οὐ τὸν θεόν.

Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. Οὐκ ἄρα , ἦν δ’ ἐγὼ , ἀποδεκτέον οὔτε Ομήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος , καὶ λέγοντος ὡς

  • δοιοὶ πίθοι κατακείαται ἐν Δῖός οὔδει
  • κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν·
  • καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφοτέρων δῷ ,

  • ἄλλοτε μέν γε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ’ ἐσθλῷ.
  • ᾧ δ’ ἂν μὴ, ἀλλ’ ἄκρατα τὰ ἕτερα,
  • τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει · c
  • οὐδ’ ὡς ταμίας ὁ Ζεὺς ἡμῖν

  • ἀγαθῶν τε κακῶν τε τέτυκται.
  • τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ δι’ Ἀθηνᾶς τε καὶ Δῖός γεγονέναι, οὐκ ἐπαινεσόμεθα· οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμιδός τε καὶ Δῖός · οὐδ’ αὖ, ὡς Αίσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι
    v.2.p.168
  • θεὸς μὲν αἰτίαν φύει βροτοῖς,
  • ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ.
  • ἀλλ’ ἐάν τις ποιῇ ἐν οἶς ταῦτα τὰ ἰαμβεῖα ἔνεστι, τὰ τῆς Νιόβης πάθη ἤ τὰ Πελοπιδῶν ἤ τὰ Τρωϊκὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἤ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἤ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὅν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὠνίναντο κολαζόμενοι. ὡς δ’ ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα θεὸς, οὐκ ἐκτέον λέγειν τὸν ποιητήν.

    ἀλλ’ εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοὶ, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον.

    κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ ταῦτα λέγειν ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτ’ ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἄν λεγόμενα, εἰ λέγοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς.

    Ξύμψηφός σοι εἰμὶ, ἔφη, τούτου τοῦ νόμου, κάμοὶ ἀρέσκει. Οὖτος μὲν τοίνυν, ἦν δ’ ἐγὼ, εἶς ἄν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἶς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν μὴ πάντων αἴτιον τὸν θεὸν, ἀλλὰ τῶν ἀγαθῶν. Καὶ μάλα, ἔφη, ἀπόχρη.

    Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι, πκαὶ οἶον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδεαις, τοτὲ μὲν αὐτὸν γιγνόμενον καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφὰς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἤ ἁπλοῦν τε εἶναι, καὶ πάντων ἥκιστα τῆς αὑτοῦ ἰδέας πἐκβαίνειν; Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.

    Τί δὲ τόδε; οὐκ ἀνάγκη,

    v.2.p.169
    εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφ’ αὑτοῦ μεθίστασθαι , ἢ ὑπ’ ἄλλου; Ἀνάγκη. Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἶον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων, καὶ πᾶν φυτὸν ὑπὸ εἰλήσεων τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων , οὐ τὸ ὑγιέσταστόν τε καὶ χαριέστατον ἥκισταἀλλοιοῦται; Πῶς δ’ οὔ;