Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ

v.2.p.235
διαστάσεως αὐτῶν γιγνομένης ἀφανισθῆναι αὐτὴν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεία ἑκάστου ἐξ ὧν συνέστη ἐν χρόνῳ φύσει χωριζομένου. εἰ δὲ τοῦτο, φθαρτὴν ἀποφανοῦμεν , ἀλλ’ οὐκ ἀθάνατον τὴν ψυχήν.

εἰ γὰρ τοῦτο ὁμολογεῖται, μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι, τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ τοῦ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ , οἶον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν, καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν , τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον, λευκῷ τε πρὸς τὸ μέλαν, γλυκεῖ τε πρὸς τὸ πικρὸν, σκληρῷ τε πρὸς τὸ μαλακὸν , καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν , τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητὴν , τὰ δὲ κραθέντα καὶ μιχθέντα χωρισμὸν τὸν ἀπ’ ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων.

ἡ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρὺ , κἂν ὑφ’ ἥμων ἤ τινος ἔξωθεν φυσικῆς προσγενομένης αὐτῷ κουφότητος ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται; ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον κατὰ τὰς ὁμοίας ἕξωθεν αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς.

ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν Πλάτων’ καὶ οἱ μετ’ αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν

v.2.p.236
εἶναι.

ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ᾿ ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἶ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνητὴν αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ᾿ οὐκ ἀσώματον.

ὁ δὲ Πλάτων᾿ τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. ὅτι δὲ μηδετέρως ἔχει , ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἶ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι.”

Ταῦτά μοι ἀπὸ τῶν Σεβήρου τοῦ Πλατωνικοῦ Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε περὶ τῆς οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φωστήρων ἀρχῆς.

Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον, καθ᾿ ὃν γεννητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιημένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη, οὐκέθ᾿ ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἑπινομίδι

“ Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεὸν, ὦ Μέγιλλε καὶ Κλεινία ; σχεδὸν οὐρανὸν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοὶ, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν.”

Εἶθ᾿ ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα

[*](22 ἐν Ἐπινομίδι] p. 977. 984.)
v.2.p.237

“Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον, καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος , ἔχον ἔδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.”

Διὰ τούτων θεοὺς εἰπὼν εἰναι τοὺς δηλωθέντας περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ τάδε διεξέρχεται

“Ὅ τι πυρ’ πρὸς τὸν ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ, καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς τὴν γῆν, ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι’ ἀναλογίας λογίας ὁμολογῆσαν, φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ’ εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.”

Εἶτ’ ἐπιλέγει

“Ψυχὴν δ’ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν ἕνα μόνον ἔρημον κατέστησε.”

Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων

“Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἔνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη, καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, τες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γἐγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς , ἃς ἡ θατέρου περίοδος ᾔει.”

[*](10 ἐν Τιμαίω] p. 32. 34. 38.)
v.2.p.238

Καὶ ἐπιλέγει

‟Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα τό τε προσταχθὲν ἔμαθε.”

Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται λέγων ὧδε

“Μεταβάλλει μέντοιγε πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς , ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον· μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος.”

Εἰ δὴ οὖν μεταβάλλει πάνθ’ ὅσα μέτοχά ἐστι ψυχῆς ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν, οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς κατ’ αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀιδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρτῷ ὄντας καὶ λυθῆναι οἴους τε;

λέγει δ’ οὖν πάλιν ἐν Τιμαίῳ

‘ Ἐπεὶ δ’ οὖν πάντες ὅσοι τε περιπολοῦσι φανεγένεσιν ρῶς καὶ ὅσοι φαίνονται καθ’ ὅσον ἂν ἐθέλωσι θεοὶ ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι’ ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὖν οὐκ ἐστὲ, οὐδ’ ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε, οὐδὲ τεύξεσθε [*]() [*]()

v.2.p.239
θανάτου μοίρας , τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἶς ὅτε ἐγίγνεσθε ξυνεθεῖσθε.”

Ταῦτα ὁ Πλάτων’. εἰκότως δῆτα Μώσης καὶ τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργὸν , τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντάτε καὶ συναρμοσάμενον, μόνον ἡγεῖσθαι θεὸν , καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμὴν 5 λέγων μὴ ἰδὼν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ πάντας τοὺς ἀστέρας, καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσης αὐτοῖς.”