Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἑβραίοις ὁμοίως τὴν ψυχὴν ἀθάνατον ὑποθέμενος, καὶ τῷ θεῷ ὁμοίαν αὐτὴν εἰπὼν, οὐκέτ’ ἀκολούθως αὐτοῖς ποτὲ μὲν αὐτῆς τὴν οὐσίαν σύνθετον εἶναί φησιν, ὡς ἂν μέρος μέν τι ἐπαγομένης τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης αἰτίας, καὶ μέρος περὶ τὰ σώματα μεριστῆς φύσεως.

λέγει δ’ οὖν αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ

‟ ῾Ο δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος, ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου , συνεστήσατο ἐκ τῶνδε καὶ τοιῷδε τρόπῳ. τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας, καὶ τῆς αὖ περὶ τὰ σώματα γινομένης μεριστῆς, τρίτον ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταυτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ τὰ αὐτὰ συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον οὖσαν εἰς ταὐτὸ ξυναρμόττων βίᾳ.”

Ἔνθεν εἰκότως αὐτῷ καὶ τὸ παθητικὸν τῷ λόγῳ τῆς οὐσίας αὐτῇ συνῆπται. ἀλλὰ τοτὲ μὲν ὧδε περὶ ψυχῆς οὐσίας διείληφε, τοτὲ δὲ ἄλλο τι χεῖρον περιτίθησιν αὐτῇ ἀτόπημα, τὴν θείαν ἐκείνην καὶ οὐράνιον , τὴν ἀσώματον καὶ λογικὴν, τὴν θεῷ ὁμοίαν καὶ δι’ ἀρετῆς μέγεθος τὰς οὐρανίους ὑπερπαίουσαν ἀψῖδας, ἄνωθέν ποθεν ἐκ τῶν ὑπερκοσμίων ἐπὶ ὄνους καὶ λύκους καὶ μύρμηκας καὶ μελίττας κατιέναι φάσκων, καὶ τούτ’ ᾦ πιστεύειν ἡμᾶς παρακαλῶν τῷ λόγῳ ἄνευ τινὸς ἀποδείξεως.

λέγει δ’ οὖν ἐν μὲν τῷ περὶ ψυχῆς τάδε

[*](7 ἐν Τιμαίῳ] p. 34.)
v.2.p.230

Καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ σωματοειδοῦς τοῦ ξυνεπακολουθοῦντος ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. ἐνδοῦνται δὲ, ὥσπερ εἰκὸς, εἰς τὰ τοιαῦτα ἤθη, ὁποῖα ἄττ’ ἂν καὶ μεμελετηκυῖαι τύχωσιν ἐν βίῳ.

Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὢ Σώκρατες; Οἶον τοὺς μὲν τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν τοιούτων θηρίων εἰκὸς ἐνδύεσθαι· ἣ οὐκ οἴει; Πάνυ μὲν οὖν εἰκὸς λέγεις.

Τοὺς δέ γε ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. Οὐκοῦν, ἦ δ’ ὃς, δῆλα δὴ καὶ τἄλλα, ᾗ ἑκάστη ἴοι κατὰ τὰς αὐτῶν ὁμοιότητας τῆς μελέτης.

Δῆλον δὴ, ἔφη· πῶς δ’ οὔ; Οὐκοῦν εὐδαιμονέστατοι, στατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἶ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν, ἄνευ φιλοσοφίας τε καὶ νοῦ; νοῦ; δὴ οὗτοι εὐδαιμονέστατοι; Ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος , ἤπου μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων , ἢ καὶ εἰς αὐτό γε πάλιν τὸ άυθρώπινον γένος.”

Καὶ ἐν τῷ Φαιδρῷ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν

‟Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ οὐκ άφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦται πρὸ [*](1 Καὶ μέχρι γε —] Plato Phaedon. p. 81.) [*](26 ἐν τῷ Φαιδρῷ] p. 248.)

v.2.p.231
τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστῷ ἔτει ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δὲ αἶ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην τίνουσιν, αἶ δ’ εἰς τοῦ οὐρανοῦ τινὰ τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου, αἱροῦνται ὃν ἂν ἐθέλῃ ἑκάστη. ἔνθα δὴ καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται καὶ ἐκ θηρίου, ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον.”

Καὶ ταῦτα μὲν ἐν Φαιδρῷ· ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε

Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπ’ ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν, καὶ ἄλλα ζῷα μουσικὰ ὡσαύτως, ὡς τὸ εἰκός.

τὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον, εἶναι δὲ τὴν Αἵαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ τούτῳ τοῦ Ἀγαμέμνονος, ἐχθρὰν καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη ἀετοῦ διαλλάξαι βίον. ἐν μέσοις δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχὴν , κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς, οὐ δύνασθαι [*](17 Ἰδεῖν μὲν —] Plato Rep. 10. p. 620.)

v.2.p.232
παρελθεῖν , ἀλλὰ λαβεῖν. μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν πόρρω δὲ ἐν ὑστάτοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην.

κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην, αἱρησομένην ἰέναι· μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου καὶ ἀπράγμονος, καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων, καὶ εἰπεῖν ἰδοῦσαν ὅτι ταῦτ’ ἂν ἔπραξε καὶ πρώτη λαχοῦσα, καὶ ἀσμένην ἑλέσθαι. καὶ ἐκ τῶν ἄλλων δὲ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβαλόντα, καὶ πάσας μίξεις μίγνυσθαι.”

Τοσαῦτα περὶ ψυχῆς ὁ Πλάτων’ εἰπὼν δῆλός ἐστιν Αἰγυπτιάζων τῷ δόγματι· οὐ γὰρ Ἑβραίων ὁ λόγος, ὅτι μηδὲ ἀληθείᾳ φίλος. τοῦτο δ’ οὐ καιρὸς ἀπελέγχειν, ὅτι μηδ’ αὐτὸς δι’ ἀποδείξεων· ἐνεχείρησε τῷ προβλήματι. τοσοῦτον δ’ εὐλόγως τις ἂν ἐπισημήναιτο, ὡς οὐκ ἦν σύμφωνα τὸν αὐτὸν λέγειν ἅμα τῇ τελευτῇ τὰς ψυχὰς τῶν ἀσεβῶν ἐνθένδε ἀπαλλαττομένας δίκας εἰς Ἅιδου ὧν ἔδρασαν διδόναι κἀκεῖσε τιμωρεῖσθαι εἰς ἄπειρον, καὶ πάλιν φάσκειν αὐτὰς τοὺς ἐνταῦθα βίους κατὰ γνώμην οἰκείαν αἱρεῖσθαι.

ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ ἐντραφείσας ὄνους γίνεσθαι, θηρίων τε ἄλλων ὑποδύνειν σώματα, κατὰ γνώμην, ἀλλ’ οὐ κατὰ δίκην ταῦτα αἱρουμένας· τοὺς δὲ ἀδίκους καὶ ἅρπαγας λύκους καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὰς ἐπὶ τοῦτ’ ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι

v.2.p.233
θελῆσαι· Θαμύρου δὲ ἀηδόνος , Θερσίτην δὲ πιθήκου βίον ἑλέσθαι.

ποῦ δ’ ἂν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως , ἣν ἐν μὲν τῷ περὶ ψυχῆς ὑπογράφων φησὶν, ὡς

“Ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει , . . . καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν , ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην, καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ’ ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμονς πολλοὺς ἐξειργασμένοι, ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα , τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε ἐκβαίνουσι.”

Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε. περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι

“Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον, καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.”

Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι

Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ [*](5 Ἐπειδὰν —] Plato Phaed. p. 113.) [*](27 Τὸν μὲν δικαίως —] Plato Gorg. p. 523. 525.)

v.2.p.234
ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεως τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι... οἱ δ’ ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται, καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ Ἅιδουἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν ἀδίκων ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.”

Ταῦτα πῶς ἂν δύναιτο συνᾴδειν τοῖς περὶ ἀμοιβῆς σωμάτων, ἃ τὴν ψυχὴν μετιοῦσαν αἱρεῖσθαι φάσκουσι, λόγοις; πῶς γὰρ ἂν ἡ αὐτὴ τιμωρίας καὶ δεσμωτήρια καὶ τοσαύτην δίκην εἰς τὸν ἀεὶ χρόνον μετὰ τὴν ἐνθένδε τελευτὴν ὑφέξει, καὶ πάλιν οἵα τις ἀνειμένη καὶ δεσμῶν ἐλευθέρα βίους ἕλοιτ’ ἂν οὓς ἂν ἐθέλῃ 5 εἰ δὲ τὰ καθ’ ἡδονὴν μέλλοι πάλιν αἱρεῖσθαι, καὶ ποῦ τὸ τῆς τίσεως τε καὶ δίκης δεσμωτήριον; ριον ; μυρία δ’ ἂν καὶ ἄλλα τις ἐπὶ σχολῆς ἐπιλάβοιτ’ ἂν τοῦ λόγου, ὧν οὐ καιρὸς τὴν διάνοιαν μηκύνειν.

καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος περὶ τῶνδε δόξης ταύτῃ πη πέφανται· τὸ δ’ ἕτερον τῆς τοῦ δόγματος διασκευῆς, δι’ οὗ τὸ μέν τι θεῖον καὶ λογικὸν εἶναι τῆς ψυχῆς , τὸ δέ τι μέρος αὐτῆς ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μαθεῖν ἔνεστιν ἀπὸ τῶν τοιῶνδε λόγων