Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς παρ’ Ἑβραίοις γραφῆς πρῶτον εἰσαγούσης Μωσἐα παραιτούμενον τὴν τοῦ λαοῦ προστασίαν δι’ ὧν πρὸς τὸν χρηματίζοντα ἔφησε “ δέομαι , κύριε, προχείρισαι ἄλλον τὸν δυνάμενον , ὃν ἀποστελεῖς,” κἄπειτα τὸν Σαοὺλ κρυπταζόμενον πρὸς τὸ μὴ ἀνα- δέξασθαι τὴν βασιλείαν, καὶ τὸν προφήτην Ἰερεμίαν ὑποπαραιτούμενον , ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων’ τὸ εὔλογον τῆς παραιτήσεως συνίστησι , λέγων οὕτως

“ Οὐκοῦν, ὦ Θρασύμαχε , τοῦτο ἤδη δῆλον, ὅτι οὐδεμία τέχνη οὐδὲ ἀρχὴ τὸ αὑτῇ ὠφέλιμον παρασκευάζει, ἀλλ’, ὅπερ πάλαι ἐλέγομεν, τὸ τῷ ἀρχομένῳ καὶ παρασκευάζει καὶ ἐπιτάττει, τὸ ἐκείνου συμφέρον ἐλάττονος ὄντος σκοποῦσα , ἀλλ’ οὐ τὸ τοῦ κρείττονος.

διὰ δὴ ταῦτα ἔγωγε , ὢ φίλε Θρασύμαχε, καὶ ἄρτι ἔλεγον μηδένα ἐθέλειν ἑκόντα ἄρχειν καὶ τὰ ἀλλότρια κακὰ μεταχειρίζεσθαι ἐπανορθοῦντα, ἀλλὰ μισθὸν αἰτεῖν , ὅτι ὁ μέλλων καλῶς τῇ τέχνῃ πράξειν οὐδέποθ’ ἑαυτῷ τὸ βέλτιστον πράττει οὐδ’ [*](10 Καλῶς — ] Plato Polit. p. 261 e.) [*](21 Οὐκοῦν — ] Plato Rep. 1 p. 346.)

v.2.p.92
ἐπιτάττει κατὰ τέχνην ἐπιτάττων, ἀλλὰ τῷ ἀρχομένῳ. ὧν δὴ ἕνεκα, ὡς ἔοικε, μισθὸν δεῖ ὑπάρχειν τοῖς μέλλουσιν ἐθελήσειν ἄρχειν, ἢ ἀργύριον ἢ τιμὴν, ἢ ζημίαν, ἐὰν μὴ ἄρχῃ.”