Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πο- λιτῶν οὐδὲν ἐπιτρεπτέον ἀρχῆς ἐχόμενον καὶ λεγόμενον] καὶ ὡς ἀμαθέσιν ὀνειδιστέον, ἂν καὶ πάνυ λογιστικοί τε ὦσι καὶ πάντα τὰ κομψὰ καὶ ὅσα πρὸς τάχος τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα, τοὺς δὲ τοὐναντίον ἔχοντας τούτοις ὡς σοφούς τε προσρητέον, ἂν καὶ τὸ λεγόμενον μήτε γράμματα μήτε νεῖν ἐπιστῶνται, καὶ τὰς ἀρχὰς δοτέον ὡς ἔμφροσι.

πῶς γὰρ ἂν, ὠ φίλοι , ἄνευ συμφωνίας γένοιτ’ ἂν [*](1 Εὐλαβοῦ — ] Plato Epist. 2 p. 313.) [*](13 Καὶ δὴ — ] Plat. Leg. 3 p. 689.)

v.2.p.91
φρονήσεως καὶ τὸ σμικρότατον εἶδος; οὐκ ἔστιν. ἀλλ’ ἡ καλλίστη καὶ μεγίστη τῶν ξυμφωνιῶν μεγίστη δι- καιότατα λέγοιτ’ ἂν σοφία , ἧς ὁ μὲν κατὰ λόγον ζῶν μέτοχος , ὁ δὲ ἀπολειπόμενος οἰκοφθόρος καὶ περὶ πόλιν οὐδαμῆ σωτὴρ, ἀλλὰ πᾶν τοὐναντίον ἀμαθαίνων εἰς ταῦτα ἑκάστοτε φανεῖται.”

Ταῦτα μέν μοι ἀπὸ τῶν Νόμων κείσθω. ὁ δ’ αὐτὸς καὶ ἐν Πολιτικῷ περὶ τοῦ μὴ πάνυ τι περὶ τὰ ὀνόματα καὶ τἀς λέξεις σπουδάζειν τάδε φησί “Καλῶς, ὦ Σώκρατες· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως.”