Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον συνεστώσης βασιλικῆς μητροπόλεως, ἄποθεν μὲν θαλάσσης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης, πάμφορόν τε γῆν κεκτημένης, καὶ ὁ Πλάτων’ τοιαύτην τινὰ εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν τοῖς Νόμοις. λέγει δὲ ὧδε

“ Τόδε δὲ περὶ αὐτῆς ἐστὶν ὃ βουλόμενος μὰλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία.

Σχεδὸν , ὠ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.

Τί δέ; λιμένες ἆρ’ εἰσὶ κατ’ αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;

Εύλίμενος μὲν οὖν ταύτῃ γε, ὡς δυνατόν ἐστι μάλιστα, ὠ ξένε.

Παπαῖ, οἷον λέγεις. τί δέ; περὶ αὐτὴν ἡ χώρα πότερα πάμφορος, ἢ καί τινων ἐπιδεής;

Σχεδὸν οὐδενὸς ἐπιδεής.

Γείτων δὲ αὐτῆς πόλις ἆρ’ ἔσται τις πλησίον;

Οὐ πάνυ, διὸ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις εν τῳ τοπῳ γενομενη την χωραν ταυτην ερημον ἀπείρηασται χρόνον ἀμήχανον ὅσον.

Τί δέ; πεδίων τε καὶ ὀρῶν καὶ ὕλης πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε;

Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.

Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις;

Πάνυ μὲν οὖν.

[*](8 ἐν τοῖς Νόμοις] 4. p. 704.)
v.2.p.134

Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος, ἀλλ’ ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός γε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν 5 εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παραμύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων.

ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν φῄς αὐτὴν εἶναι. ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρ’ ἑκάστην ἡμέραν ἡδὺ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιπλᾶσα ἑαυτὴν, ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτήν τε πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον ποιεῖ, καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται, τραχεῖα δὲ οὖσα δῆλον ὡς οὐκ ἂν πολύφορός τ’ εἴη καὶ πάμφορος ἅμα. τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη, νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεπίμπλατ’ ἄν· οὗ μεῖζον κακὸν, ὡς ἔπος εἰπεῖν, πόλει ἀνθ’ ἑνὸς ἕν οὐδὲν ἂν γένοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν.”

Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένω σκεψώμεθα ὅπως τὸν τῆς παρ’ Ἑβραίοις παιδείας τρόπον δι’ ὧν εἰρήκαμεν ἀποδεξάμενος τὸν Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὧδε