Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Λέγονται γὰρ, ἔφη. Πλάττε τοίνυν μίαν μὶν ἰδέαν θηρίου ποικίλου καὶ πολυκεφάλου, ἡμέρων δὲ θηρίων ἔχοντος κεφαλὰς κύκλῳ καὶ ἀγρίων, καὶ δυνατοῦ μεταβάλλειν καὶ φύειν ἐξ αὐτοῦ ταῦτα πάντα. Δεινοῦ πλάστου, ἔφη, τὸ ἔργον· ὅμως δ’, ἐπειδὴ εὐπλαστότερον κηροῦ καὶ τῶν τοιούτων ὁ λόγος, πεπλάσθω.

Μίαν δὴ τοίνυν ἄλλην ἰδέαν λέοντος, μίαν δὲ ἀνθρώπου· πολὺ δὲ μέγιστον ἔστω τὸ πρῶτον, καὶ δεύτερον τὸ δεύτερον. Ταῦτ’, ἔφη, ῥᾴω, καὶ πέπλασται. Σύναπτε τοίνυν αὐτὰ εἰς ἓν τρία ὄντα, ὥστε πη ξυμπεφυκέναι ἀλλήλοις. Ξυνῆπται, ἔφη. Περίπλασον δὴ αὐτοῖς ἔξωθεν ἑνὸς εἰκόνα, τὴν τοῦ ἀνθρώπου, ὥστε τῷ μὴ δυναμένῳ τὰ ἐντὸς ὁρᾶν, ἀλλὰ τὸ ἔξω μόνον ἔλυτρον ὁρῶντι, ἔν ζῷον φαίνεσθαι, ἄνθρωπον.

Περιπέπλασται, [*](6 Πλάτων’] Rep. 9. p. 588.)

v.2.p.132
ἔφη. Λέγωμεν δὴ τῷ λέγοντι ὡς λυσιτελεῖ τούτῳ ἀδικεῖν τῷ ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ ξυμφέρει, διότι οὐδὲν ἄλλο φήσει ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρω ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ’ ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα.

Παντάπασι γὰρ, ἔφη, ταῦτ’ ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν. Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος, c καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργὸς, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασσεύων, τὰ δὲ ἄγρια ἀποκωλύων φύεσθαι, ξύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν, καὶ κοινῇ πάντων κηδόνενος, φίλα ποιησάμενος ἀλλήλοις τε καὶ αὑτῷ, οὕτω θρέψει; Κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαίνων.”

Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου καὶ ὁ Πλάτων’ ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὑτοῦ πολιτῶν φυλάξαι νομοθετεῖ, λέγων ὧδε

“ Δώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἴσα μόρια νενεμήσθω. φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπι- κληρωθεῖσα κατ’ ἐνιαυτὸν παρεχέτω πέντε οἶον ἀγρο- νόμους τε φυλάρχους.”

Καὶ πάλιν φησί

[*](25 Δώδεκα — ] Plato Leg. 6. ῥ’. 760.)[*](29 Καὶ πάλιν] Ibid. p. 755 d.)
v.2.p.133

“ Ταξιάρχους αὐτοῖσι προβάλλεσθαι μὲν τοῦς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον.”