Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινὰ, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τινῶν τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης.

ταύτην τὴν τροφὴν ἀφο- ρισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ’ ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἥ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον, καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι.

ἡμεῖς δὲ μηδ’ ἐν ὀνόματι διαφερώμεθα . αὐτοῖς, ἀλλ’ ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογη- θεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται, καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ [*](12 Μὴ τοίνυν —] Plato Leg. 1. p. 643.)

v.2.p.103
ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.”