Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Λέγω οὖν καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι τοῦτ’ αὐτὸ ἐκ παίδων εὐ- θὺς μελετᾶν παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν· οἶον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν ἤ τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδικῶν οἰκοδομημάτων παίζειν χρὴ, τὸν δ’ αὖ γεωργοῦντα, καὶ ὄργανα ἑκατέρῳ σμικρὰ, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσ’ ἁ ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν.

κεφάλαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφὴν, ἣ τοῦ παίζονΛέω [*](15 οὖν — ] Plato Leg. 1. p. 643.)

v.2.p.102
τος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεήσει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῃς.”

Καὶ τοῦτο προλαβὼν Μωσῆς ἐνομοθέτησεν εἰπὼν “καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.” ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.