Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ ἐν τοῖς περὶ ψυχῆς δὲ ἀθανασίας οὐδὲν Μώσεως ὁ Πλάτων’ διέστηκε τῇ δόξῃ. ὁ μέν γε πρῶτος ἀθάνατον οὐσίαν εἶναι τὴν ἐν ἀνθρώπῳ ψυχὴν ὡρίσατο, εἰκόνα φήσας ὑπάρχειν αὐτὴν θεοῦ, μᾶλλον δὲ κατ’ εἰκόνα θεοῦ γεγενῆσθαι. “εἶπε γὰρ

v.2.p.56
(φησὶν) ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.”

καὶ ἐξῆς τὸν σύνθετον τῷ λόγῳ διαιρῶν εἴς τε τὸ φαινόμενον σῶμα καὶ εἰς τὸν κατὰ ψυχὴν νοούμενον ἐπιλέγει “ καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ εἰς ψυχὴν ζῶσαν.

ἀλλὰ καὶ ἀρχικόν φησιν αὐτὸν καὶ βασιλικὸν γενέσθαι τῶν ἐπὶ γῆς πάντων. λέγει δ’ οὖν “ καὶ εἶπεν ὁ θεὸς, ποίησωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἐρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς. καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.

πῶς δ’ ἂν ἄλλως εἰκὼν ἐπινοοῖτο θεοῦ καὶ ὁμοίωμα ἢ κατὰ τὰς ἐν τῷ θεῷ δυνάμεις καὶ κατὰ τὴν τῆς ἀρετῆς ὁμοιότητα; Μωσεῖ δὴ καὶ ἐν τούτοις ὥσπερ μεμαθητεθμένος ὁ Πλάτων’ ἐπάκουσον ἐν τῷ Ἀλκιβιάδη οἶά φησιν

“ Ἒχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότερον ἢ τοῦτο περὶ ὃ τὸ εἰδέναι τε καὶ φρονεῖν ἐστίν ;

Οὐκ ἔχομεν.

Τῷ θεῷ ἄρα τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων, καὶ πᾶν τὸ θεῖον γνοὺς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.

Φαίνεται.

Ἄρ’ οὖν, ὅθ’ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα [*](20 ἐν τῷ Ἀλκιβιάδη] p. 133.)

v.2.p.57
τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὂν.

Ἒοικέ γε, ὦ Σώκρατες.

Εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθ’ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετὴν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ γινώσκοιμεν ἡμᾶς αὐτούς.

Ναί.”

Ταῦτα μὲν ἐν τῷ Ἀλκιβιάδῃ. ἐν δὲ τῷ Περὶ ψυχῆς ὅπως πλατύτερον ἑρμηνεύει τὰ κατὰ τοὺς τόπους ἐπάκουσον.

“ Θῶμεν οὖν βούλει, ἴφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατὸν, τὸ δὲ ἀειδές; Θῶμεν, ἔφη. Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ κατὰ τὰ αὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέποτε κατὰ ταὐτά; Καὶ ταῦτα, ἔφη , θῶμεν.

Φέρε δὴ, ἦ δ’ ὃς, ἄλλο δή τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; Οὐδὲν ἄλλο, ἔφη. Ποτέρῳ οὖν ὁμοιότερον τῷ εἴδει φαῖμεν ἂν εἶναι καὶ συγγενέστερον τὸ σῶμα; Παντὶ, ἔφη, τοῦτό γε δῆλον ὅτι τῷ ὁρατῷ. Τί δὲ ἡ ψυχή; ὁρατὸν , ἢ ἀειδές; Οὐχ ὑπὸ ἀνθρώπων γε , ὦ Σώκρατες, ἔφη. ‘ Αλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; Τῇ’ τῶν ἀνθρώπων.

Τί οὖν περὶ ψυχῆς λέγομεν ; ὁρατὸν ἢ ἀόρατον εἷναι; Οὐχ ὁρατόν. ‘ Αειδὲς ἄρα; Ναί. ‘Ομοιίτεροντερον ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ τῷ ὁρατῷ. Πᾶσα ἀνάγκη, ὦ Σώκρατες.