Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἔτι πρὸς τούτοις ὁ Πλάτων’ τοῖς Ἑβραίων ἐπακολουθήσας λόγοις οὐ μόνον ἀσωμάτους καὶ ἀγα- θὰς δυνάμεις, ἀλλὰ καὶ ἐναντίας φησὶν εἶναι, ὧδέ πη γράφων ἐν τῷ δεκάτῳ τῶν Νόμων

“ Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις πῶς οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι;

Τί μήν ;

Μίαν, ἢ πλείους ; πλείους, ἐγὼ ὑπὲρ σφῶν ἀπο- κρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.”

Εἶθ’ ὑποβάς φησιν

“ ’ Επειδὴ γὰρ συνεχωρήααμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μὴ, μάχη δὴ, [*](18 ἐν τῷ δεκάτω τῶν Νόμων] p. 896. 906 a.)

v.2.p.55
φαμὲν, ἀθάνατός ἐσθ’ ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. ξύμμαχοι δὲ ἡμῖν θεοί τε καὶ δαίμνες, ἡμεῖς δ’ αὖ κτήματα θεῶν καὶ δαιμόνων. ”

Πόθεν καὶ ταῦτα τῷ Πλάτωνι ἐγὼ μὲν οὐκ ἂν ἔχοιμι φράζειν· ὃ δ’ ἔχω φάναι ἀληθὲς, μυρίοις πρόσθεν ἢ Πλάτωνα γενέσθαι χρόνοις καὶ τοῦθ’ ‘ Εβραίοις ἀνωμολογῆσθαι τὸ δόγμα.

λέγει δ’ οὖν ἡ παρ’ αὐτοῖς γραφὴ ‘καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἶ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ θεοῦ · καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν , περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας αὐτήν, ” διάβολον μὲν τὴν ἐναντίαν δύναμιν, ἀγγέλους δὲ θεοῦ τὰς ἀγαθὰς προσειποῦσα.

ταύτας δὲ τὰς ἀγαθὰς δυνάμεις καὶ πνεύματα θεῖα καὶ λειτουργοὺς θεοῦ προσαγορεύει ἐν οἷς φησιν “ ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

ἀλλὰ καὶ τὴν διαμάχην τῶν ἐναντίων ὧδε παρίστησιν ὁ φήσας “ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας , πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. ”

ἄντικρυς δ’ ἔοικεν ὁ Πλάτων’ τὸ Μώσεως λόγιον μεταφράζειν τὸ φῆσαν ‘ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη , ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεο”, δι’ ὧν κτήματα θεῶν καὶ δαιμόνων τὸ πᾶν γένος ἀνθρώπων εἶναι ὡρίσατο.