Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Εἰ δέ τις ἐθελήσειε γυμνότερον χρήσασθαι τοῖς ὀνόμασιν, οὐδὲν ἂν ἕτερον εἴποι τὸν νοητὸν κόσμον ἢ θεοῦ λόγον ἤδη κοσμοποιοῦντος. οὐδὲ γὰρ ἡ νοητὴ πόλις ἓτερόν τί ἐστιν ἢ ὁ τοῦ ἀρχιτέκτονος λογισμὸς, ἤδη τὴν νοητὴν πόλιν κτίζειν διανοουμένου.

τὸ δὲ δόγμα τοῦτο Μώσεως ἐστὶν, οὐκ ἐμόν. τὴν γοῦν ἀνθρώπου γένεσιν ἀναγράφων ἐν τοῖς ἔπειτα διαρρήδην ὁμολογεῖ, ὡς ἄρα κατ’ εἰκόνα θεοῦ διετυπώθη.

εἰ δὲ τὸ μέρος εἰκὼν εἰκόνος, δηλονότι καὶ τὸ ὅλον εἶδος σύμπας οὗτος ὁ αἰσθητὸς κόσμος, εἰ μείζων τῆς ἀνθρωπίνης ἐστὶ, μίμημα θείας εἰκόνος δηλονότι · καὶ ἡ ἀρχέτυπος σφραγὶς, ὅν φαμεν νοητὸν εἷναι κόσμον, αὐτὸς ἂν εἴη τὸ παράδειγμα, ἀρχέτυπος ἰδέα τῶν ἰδεῶν, ὁ θεοῦ λόγος. ”

“Φησὶ δ’ ὡς ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν ἀρχὴν παραλαμβάνων οὐχ, ὡς οἴονταί τινες, τὴν κατὰ χρόνον · (χρόνος γὰρ οὐκ ἦν πρὸ κόσμου·) ἀλλ’ ἢ σὺν αὐτῷ γέγονεν, ἢ μετ’ αὐτόν.

ἐπεὶ γὰρ διάστημα τῆς τοῦ κόσμου κινήσεως ἐστιν ὁ χρόνος, πρότερον δὲ τοῦ κινουμένου κίνησις οὐκ ἂν γένοιτο, ἀλλ’ ἢ ἀναγκαῖον αὐτὴν ὕστερον ἢ ἅμα συνίστασθαι , ἀναγκαῖον ἄρα καὶ τὸν χρόνον ἢ ἰσήλικα κόσμου γεγονέναι, ἢ νεώτερον ἐκείνου, πρεσβύτερον δὲ ἀποφαίνεσθαι τολμᾶν ἀφιλόσοφον.

εἰ δ’ ἀρχὴ μὴ παραλαμβάνεται τανῦν ἡ κατὰ χρόνον , εἰκὸς ἂν εἴη μηνύεσθαι τὴν κατ’ ἀριΦίλων] [*](2 vol. 1. p. 5, 27. 6, 24, 7. 39.)

v.2.p.52
θμὸν, ὡς τὸ ἐν ἀρχῇ ἐποίησεν ἴσον εἶναι τῷ πρῶτον ἐποίησε τὸν οὐρανόν.”

Εἶθ’ ἐξῆς λέγει

“ Πρῶτον οὖν ὁ ποιῶν ἐποίει οὐρανὸν ἀσώματον καὶ γῆν ἀόρατον καὶ ἀέρος ἰδέαν καὶ κενοῦ · ὧν τὸ μὲν ἐπεφήμισε σκότος, ἐπειδὴ μέλας ὁ ἀὴρ τῇ φύσει, · τὴν δὲ ἄβυσσον· πολύβυθον γὰρ τό γε κενὸν καὶ ἀχανές.

εἶθ’ ὕδατος ἀσώματον οὐσίαν καὶ πνεύματος, καὶ ἐπὶ πᾶσιν ἑβδόμου φωτὸς, ὃ πάλιν ἀσώματον ἦν, καὶ νοητὸν ἡλίου παράδειγμα, καὶ πάντα ὅσα φωσφόρα ἄστρα κατὰ τὸν οὐρανὸν ἔμελλε συνίστασθαι.

προνομίας δὲ τό τε πνεῦμα καὶ τὸ φῶς ἠξιοῦτο· τὸ μὲν γὰρ ὠνόμασε θεοῦ, διότι ζωτικώτατον τὸ πνεῦμα , ζωῆς δὲ θεὸς αἴτιος · τὸ δὲ φῶς, ὅτι ὑπερβάλλον καλόν · τοσούτῳ γὰρ τὸ νοητὸν τοῦ ὁρατοῦ λαμπρότερόν τε καὶ αὐγοειδέστερον , ὅσῳπερ ἥλιος, οἶμαι, σκότους καὶ ἡμέρα νυκτὸς, καὶ τὰ κριτήρια νοῦς ὁ τῆς ὅλης ψυχῆς ἡγεμὼν, ὀφθαλμῶν σώματος.

τὸ δὲ ἀόρατον καὶ νοητὸν φῶς ἐκεῖνο θείου λόγου γέγονεν εἰκὼν τοῦ διερμηνεύσαντος τὴν γένεσιν αὐτοῦ· καὶ ἔστιν ὑπερουράνιος ἀστὴρ, πηγὴ τῶν αἰσθητῶν ἀστέρων, ἣν οὐκ ἂν ἀπὸ σκοποῦ καλἐσειειν ἄν τις παναύγειαν , ἀφ’ ἧς ἥλιος καὶ σελήνη καὶ οἱ ἄλλοι πλανῆται καὶ ἀπλανεῖς ἀρύονται, καθ’ ὅσον ἑκάστῳ δύναμις, τὰ πρέποντα φέγγη , τῆς ἀμιγοῦς καὶ καθαρᾶς αὐγῆς ἐκείνης ἀμαυρουμένης, οὑ ἂν ἄρξηται τρέπεσθαι κατὰ τὴν ἐκ νοητοῦ πρὸς αἰσθητὸν μεταβολήν. εἰλικρινὲς γὰρ οὐδὲν τῶν ἐν αἰσθήσει.

Καὶ μετὰ βραχέα ἐπιλέγει

“Ἐπεὶ δὲ φῶς μὲν ἐγένετο, σκότος δ’ καὶ ἀνεχώρησεν, ὅροι δ’ ἐν τοῖς μεταξὺ διαστήμασιν

v.2.p.53
ἐπάγησαν ἑσπέρα τε καὶ πρωία, κατ’ ἀναγκαῖον τοῦ χρόνου μέτρον ἀπετελεῖτο εὐθὺς ὃ καὶ ἡμέραν καλῶς ποιῶν ἐκάλεσεν· καὶ ἡμέραν οὐχὶ πρώτην, ἀλλὰ μίαν, ἣ λέλεκται διὰ τὴν τοῦ νοητοῦ κόσμου μόνωσιν, μοναδικὴν ἔχοντος φύσιν.

ὁ μὲν οὖν ἀσώματος κόσμος ἤδη πέρας εἶχεν, ἱδρυθεὶς ἐν τῷ θείῳ λόγῳ· ὁ δ’ αἰσθητὸς πρὸς παράδειγμα τούτου ἐτελειογονεῖτο· καὶ πρῶτον αὐτοῦ τῶν μερῶν, ὃ καὶ πάντων ἄριστον, ἐποίει τὸν οὐρανὸν ὁ δημιουργὸς, ὃν ἐτύμως στερέωμα προσηγόρευσεν, ἅτε σωματικὸν ὄντα. τὸ γὰρ σῶμα φύσει στερεὸν, ὅ τι περ καὶ τριχῆ διαστατόν. στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα πλὴν τὸ πάντη διεστηκός; εἰκότως οὖν ἀντιθεὶς τῷ νοητῷ καὶ ἀσωμάτῳ τὸν αἰσθητὸν καὶ σωματοειδῆ, τοῦτον στερεὸν ἒκάλεσε. ”

Ταῦτα ὁ Φίλων. συνᾴδει δὲ αὐτῷ καὶ ὁ Κλήμης ἐν τῷ ἓκτῳ Στρωματεῖ λέγων ὧδε