Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὕτω δὲ γεγενημένος δῆλον δ’ ὅτι ὁ κόσμος) πρὸς τὸ λόγῳ καὶ φρονήσει περιληπτὸν, καὶ κατὰ τὰ αὐτὰ ἔχον δεδημιούργηται. τούτων δὲ ὐπαρχόντων αὖ πᾶσα ἀνάγκη τόνδε τὸν κόσμον εἰκόνα [*](27 Οὕτω δὲ — ] Plato Tim. p. 29. 30.)

v.2.p.49
τινὸς εἶναι. — τὰ γὰρ δὴ νοητὰ ζῷα πάντα ἐκεῖνο περιλαβὸν ἔχει ἐν ἑαυτῷ, καθάπερ ὅδ’ ὁ κόσμος ἡμᾶς.”

Ταῦτα μὲν ὁ Πλάτων’ ἐν Τιμαίῳ. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ἐκ τῶν Διδύμῳ Περὶ τῶν ἀρεσκόντων Πλάτωνι συντεταγμένων ἐκθήσομαι. γράφει δὲ οὕτως

“ Τῶν κατὰ φύσιν αἰσθητῶν κατὰ γένος ὡρισμένα τινὰ παραδείγματα φάμενος εἶναι τὰς ἰδέας, ὧν τὰς ἐπιστήμας γίνεσθαι καὶ τοὺς ὅρους · παρὰ πάντας γὰρ ἀνθρώπους ἄνθρωπόν τινα νοεῖσθαι, καὶ παρὰ πάντας ἵππους ἵππον, καὶ κοινῶς παρὰ τὰ ζῷα ζῷον ἀγένητον καὶ ἄφθαρτον.

ὃν τρόπον δὲ σφραγῖδος μιᾶς ἐκμαγεῖα γίνεσθαι πολλὰ καὶ συχνὰς εἰκόνας ἑνὸς ἀνδρὸς, οὕτως ἐκ μιᾶς ἑκάστης ἰδέας αἰσθητῶν σωμάτων φύσεις παμπληθεῖς , τῆς μὲν ἀνθρώπων ἀνθρώπους ἅπαντας, καὶ κατὰ τὸν αὐτὸν λόγον ἐπὶ τῶν ἄλλων τῶν κατὰ φύσιν.

εἶναι δὲ τὴν ἰδέαν ἀί·διον οὐσίαν, αἰτίαν καὶ ἀρχὴν τοῦ ἓκαστον εἶναι τοιοῦτον οἳα ἐστὶν αὐτή.

καθάπερ οὖν τὰ κατὰ μέρος ὥσπερ ἀρχέτυπα τῶν αἰσθητῶν προηγεῖσθαι σωμάτων, οὕτ’ ὡς τὴν πάσας ἐν ἑαυτῇ περιέχουσαν καλλίστην καὶ τελειοτάτην οὐσίαν ὑπάρχειν τοῦδε παράδειγμα τοῦ κόσμου· πρὸς γὰρ ταύτην ἀφομοιωθέντα ὑπὸ τοῦ δημιουργήσαντος αὐτὸν ἀπειργάσθαι θεοῦ κατὰ πρόνοιαν ἐκ τῆς πάσης οὐσίας.”

Ταῦτα καὶ ἀπὸ τοῦ δεδηλωμένου ἀνδρός. φθάνει γε μὴν καὶ ταῦτα Μώσης ὁ πάνσοφος, πρὸ τοῦ φαινομένου ἡλίου καὶ ἄστρων καὶ πρὸ τοῦ ὁρωμένου οὐρανοῦ, ὃ δὴ στερέωμα καλεῖ, πρό τε τῆς καθ’ ἡμᾶς ξηρᾶς γῆς καὶ πρὸ τῆς παρ’ ἡμῖν ἡμέρας καὶ νυκτὸς φῶς ἕτερον παρὰ τὸ τοῦ ἡλίου ἡμέραν τε καὶ νύκτα καὶ τὰ λοιπὰ πρὸς τοῦ πανηγεμόνος καὶ αἰτίου τῶν

v.2.p.50
ὅλων θεοῦ πεποιῆσθαι διδάσκων.

ἀλλὰ καὶ οἱ μετὰ Μωσἐα παῖδες Ἑβραίων ἥλιόν τινα εἶναι ἀσώματον οὐ πᾶσιν ὁρατὸν οὐδὲ θνητοῖς ὀφθαλμοῖς ὑπαγόμενον ὁρίζονται, ὡς ὁ προφήτης ἐκ προσώπου θεοῦ λέγων “ τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης.”

καὶ αὐτὴν δὲ δικαιοσύνην, οὐχὶ τὴν ποιὰν ἐν ἀνθρώποις, ἀλλὰ τὴν ταύτης ἰδέαν οἶδεν ἄλλος Ἑβραίων προφήτης , ὁ φήσας περὶ θεοῦ “ τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; ἐκάλεσεν αὐτὴν κατὰ πρόσωπον αὐτοῦ, καὶ πορεύσεται δ’ ὡσεὶ ἐνώπιον ἐθνῶν.”

καὶ λόγον δὲ θεῖον ἀσώματον καὶ οὐσιώδη ἀρτίως ἡμῖν ὁ κοινὸς ἡμῶν λόγος ἐν τοῖς πρόσθεν ἀπὸ τῆς Ἑβραίων παρίστη γραφῆς. οὗ περὶ λόγου καὶ τάδε παρὰ τοῖς αὐτοῖς εἴρηται “ ὃς ἐγεννήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.

λέγεται καὶ ζωὴ, λέγεται καὶ σοφία, λέγεται καὶ ἀλήθεια. καὶ πάντα τὰ κατ’ οὐσίαν ὄντα τε καὶ ὑφεστῶτα οἱ Ἑβραίων λόγοι διδάσκουσιν , (εἰ δὴ Ἑβραῖοι καὶ οἶ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοί τε καὶ μαθηταὶ) ναὶ μὴν καὶ μυρίας ἄλλας ἀσωμάτους δυνάμεις, οὐρανοῦ τε ἐπέκεινα καὶ πάσης τῆς ὑλικῆς καὶ ῥοώδους οὐσίας· ὧν τὰς εἰκόνας ἐν τοῖς αἰσθητοῖς φασι κατατυπῶσαι · ἐφ’ ὧν ἤδη καὶ τοὔνομα τῆς εἰκόνος παρειλήφασι.

τὸν γοῦν ἄνθρωπον εἰκόνα διαρρήδην νοητοῦ παραδείγματος εἶναι, καὶ πάντα τὸν ἀνθρώπων βίον ἐν εἰκόνι διαπορεύεσθαι εἰρήκασι. λέγει δ’ οὖν ὁ Μώσης “ καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.” καὶ πάλιν ἄλλος Εβραῖος τὰ πάτρια φιλοσοφῶν “ μέντοιγε (φησὶν) ἐν εἰκόνι διαπορεύεται ἂνθρμπος.” ἤδη δὲ καὶ οἱ τῶν ἱερῶν νόμων ἐξηγηταὶ ἐπάκουσον ὅπως τὴν ἐν

v.2.p.51
τοῖς Μώσεως γράμμασι διάνοιαν σαφηνίζουσι. λέγει δ’ οὖν ὁ ‘Εβραῖος Φίλων τὰ πάτρια διερμηνεύων αὐτοῖς ῥήμασιν