Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀπὸ δὲ Κέκροπος ἐπὶ τὴν Ἰλίου ἅλωσιν ἄλλα συνάγεται μικρῷ δέοντα ἔτη ὒ, ἐν οἶς τὰ ἐν Ἕλλησι θαυμάσια μυθολογεῖται, ὁ ἐπὶ Δευκαλίωνος κατακλυσμὸς καὶ ὁ ἐπὶ Φαέθοντος ἐμπρησμὸς, πολλῶν , ὡς εἰκὸς, φθορῶν γῆς κατὰ τόπους γεγενημένων.

πρῶτος δὲ Κέκροψ λέγεται Ζῆνα κεκληκέναι τὸν θεὸν, μὴ πρότερον οὕτω παρ’ ἀνθρώποις ὠνομασμένον· ἔπειτα βωμὸν παρ’ Ἀθηναίοις ἱδρῦσαι πρῶτος, καὶ πάλιν πρῶτος ’Αθηνᾶς ἄγαλμα στήσασθαι , ὡς οὐδὲ τούτων ἐκ παλαιοῦ ὑπαρχόντων.

μετὰ δὲ τοῦτον καὶ οἱ παρ’ Ἕλλησι θεοὶ πάντες γενεαλογοῦνται. παρ’ Ἑβραίοις δὲ ἐν τούτῳ οἱ ἀπὸ γένους Δαβὶδ ἐβασίλευον καὶ οἶ μετὰ Μωσέα διέλαμπον προφῆται· ὥστε τὰ πάντα ἀπὸ Μώσεως ἐπὶ τὴν Ἰλίου ἅλωσιν συνάγεσθαι πλέον ἢ ἔτη ὢ κατὰ τὴν ἐκτεθεῖσαν τοῦ φιλοσόφου μαρτυρίαν.

ἔτι δὲ πολὺ τῶν Τρωϊκῶν νεώτερα τὰ κατὰ Ὅμηρον καὶ Ἡσίοδον καὶ τοὺς μνημονεύεται. χθὲς δὲ καὶ πρώην μετὰ τούτους περὶ τὴν πεντηκοστὴν Ὀλυμπιάδα οἶ ἀμφὶ Πυθαγόραν καὶ Δημόκριτον καὶ τοὺς μετὰ ταῦτα φιλοσόφους ὠνομάσθησαν, ἐγγύς που μετὰ τὰ Τρωϊκὰ ἔτεσιν ἑπτα-

v.1.p.564
κοσίοις.

προτερεῖν ἄρα Μωσῆς καὶ οἱ μετ᾿ αὐτὸν Ἑβραίων προφῆται συνίστανται τῶν παρ᾿ Ἕλλησι φιλοσόφων χιλίοις πεντακοσίοις ἔτεσι κατὰ τὴν τοῦ δηλωθέντος ἀνδρὸς ὁμολογίαν.

Καὶ ταῦτα μὲν ἡμεῖς ἐπιτόμως. σκέψασθαι δὲ καιρὸς καὶ τὰς τῶν πρὸ ἡμῶν περὶ τῆς αὐτῆς ὑποθέσεως ἀποδείξεις. γεγόνασι δὴ παρ᾿ ἡμῖν λόγιοι ἄνδρες καὶ τῶν ἀπὸ παιδείας οὐδενὸς δεύτεροι, τοῖς τε θείοις οὐ παρέργως καθωμιληκότες, οἳ καὶ τὴν παροῦσαν ὑπόθεσιν ἐπ᾿ ἀκριβὲς διευκρινήσαντες τῇ παρ᾿ Ἑβραίοις συνέστησαν ἀρχαιολογίᾳ, πλουσίᾳ καὶ ποικίλῃ κατασκευῇ κεχρημένοι τῆς ἀποδείξεως.

οἱ μὲν γὰρ ἔκ τινων ὁμολογουμένων ἱστοριῶν τοὺς χρόνους συνελογίσαντο, οἱ δὲ παλαιτέροις ἀναγνώσμασι τὴν μαρτυρίαν ἐπιστώσαντο. καὶ οἱ μὲν Ἑλληνικοῖς, οἱ δὲ καὶ τοῖς τὰ Φοινίκων τά τε Χαλδαίων καὶ Αἰγυπτίων ἀναγράψασι συν- εχρήσαντο· ὁμοῦ δὲ οἱ πάντες, τὰ Ἑλληνικὰ καὶ τὰ βάρβαρα τά τε παρ᾿ αὐτοῖς Ἑβραίοις συναγαγόντες καὶ τὰς παρὰ πᾶσιν ἱστορίας παραθέντες, θατέρᾳ τε τὴν ἑτέραν συγκρούσαντες, τὰ παρὰ τοῖς πᾶσιν ὑπὸ τοὺς αὐτοὺς χρόνους πραχθέντα συνεξητάκασιν.

εἶθ᾿ ἕκαστος οἰκείαις μεθόδοις τὴν τῶν ἀποδεικνυμένων κατασκευὴν πεποιημένος σύμφωνον καὶ ὁμολογουμένην τὴν ἀπόδειξιν εἰσηνέγκαντο. διὸ καὶ μάλιστα ταῖς αὐτῶν ἡγησάμην δεῖν παραχωρῆσαι φωναῖς τὸν παρόντα λόγον, ὅπως ὁμοῦ τῶν οἰκείων μὴ ἀποστεροῖντο καρπῶν οἱ τῶν λόγων πατέρες, καὶ διὰ πλειόνων μαρτύρων, ἀλλὰ μὴ δι᾿ ἑνὸς, ὁμοῦ ἡ σύστασις τῆς ἀληθείας ἀναμφίλεκτον λάβοι τὴν ἐπικύρωσιν.