Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα ὁ Πορφύριος. δεῖ δὴ συλλογίσασθαι

v.1.p.562
τὰ προκείμενα ὧδέ πως. εἴπερ ὁ Σαγχωνιάθων ἐπὶ Σεμιράμεως γέγονεν, ἡ δὲ μακρῷ πρόσθεν τῶν Τρωϊκῶν ὁμολογεῖται, εἴη ἂν καὶ ὁ Σαγχωνιάθων τῶν Τρωϊκῶν παλαίτερος.

ἀλλ᾿ οὗτος παρ᾿ ἑτέ- ρων πρεσβυτέρων αὐτοῦ τοῖς χρόνοις εἰληφέναι λέγεται τὰ ὑπομνήματα· οἱ δὲ καὶ αὐτοὶ ἀρχαιότεροι ὄντες αὐτοῦ σχεδὸν τοῖς Μωσέως πλησιάζειν χρόνοις εἴρηνται, οὐδὲ αὐτοὶ κατὰ Μωσέα γενόμενοι, ἀλλὰ σχεδὸν τοῖς ἐκείνου χρόνοις πλησιάζοντες· ὡς τοσοῦτον πρεσβύτερον εἶναι τὸν Μωσέα τοῦ Σαγχωνιάθωνος ὁπόσον ἂν οὗτος λείπηται τῶν αὐτοῦ πρεσβυτέρων, οἳ Μωσεῖ πλησιάζειν ὡμολογήθησαν.

πόσοις δὲ ἄρα ἔτεσιν εἰκὸς ἦν Μωσέα ὑπεράγειν τοὺς δηλουμένους ἄπορον εἰπεῖν· διόπερ τοῦτό μοι δοκῶ παρήσειν. δοὺς δὲ κατ᾿ αὐτὸν ἐκεῖνον τὸν Σαγχωνιάθωνα Μωσέα γεγονέναι, καὶ μὴ πρότερον, ὧδε τὸν ἔλεγχον ἐφοδεύσω.

εἴπερ ἐπὶ Σεμιράμεως τῆς Ἀσσυρίων βασιλίδος ὁ Σαγχωνιάθων ἐγνωρίζετο, ἔστω δὲ καὶ Μωσῆς μηδὲν προάγων, κατὰ δὲ τοῦτον ἠκμακὼς, γένοιτ᾿ ἂν οὖν καὶ αὐτὸς κατὰ Σεμίραμιν.

ἀλλ᾿ ὁ μὲν ἡμέτερος λόγος ἐπὶ ταύτης ἐδήλου γενέσθαι τὸν Ἁβραὰμ, ὁ δὲ τοῦ φιλοσόφου παλαίτερον τὸν Μωσέα συνίστησιν. ἡ δὲ Σεμίραμις τῶν Τρωϊκῶν ὀκτακοσίοις ὅλοις ἔτεσι δείκνυται προγενομένη. καὶ Μωσῆς ἄρα ἔσται τοσούτοις τὰ Τρωϊκὰ προάγων κατὰ τὸν φιλόσοφον.

πρῶτος δὲ βασιλεύει Ἀργείων Ἴναχος, οὔπω τότε Ἀθηναίων οὔτε τὴν πόλιν οὔτε τὴν προσηγορίαν ἐχόντων. ὁ δὲ πρῶτος Ἀργείων ἡγεῖται κατὰ τὸν πέμπτον μετὰ Σε- μίραμιν Ἀσσυρίων βασιλέα, ν΄ καὶ ρ΄ ὕστερον ἔτεσιν αὐτῆς τε καὶ Μωσέως, ἐν οἷς οὐδὲν ἐπίσημον γεγονὸς ἱστορεῖται παρ᾿ Ἕλλησι. κατὰ τοῦτο δὲ τοῦ χρό-

v.1.p.563
νοῦ παρ’ Ἑβραίοις ἡγοῦνται οἶ Κριταί.

εἶτ’ αὖ πάλιν τριακοσίοις ἐτῶν ἄλλοις κατώτερον χρόνοις, ἤδη που πλέον ἢ ὒ ἐτῶν ὅλων συμπληρουμένων ἀπὸ Σεμιράμεως, πρῶτος Ἀθηναίων βασιλεύει Κέκροψ ὁ βοώμενος παρ’ αὐτοῖς αὐτόχθων, Ἄργους ἡγουμένου Τριόπα, ὃς ἦν ἕβδομος μετὰ τὸν πρῶτον Ἀργεῖον Ἴναχον.

μεταξὺ δὲ τούτων ὁ ἐπὶ Ὠγύγου μνημονεύεται κατακλυσμὸς, πρῶτός τε Ἆπις ἐν Αἰγύπτῳ θεὸς ὠνομάσθη, καὶ Ἰὼ θυγάτηρ Ἰνάχου , ἣν Ἴσιν Αἰγύπτιοι μετονομάσαντες σέβουσι , Προμηθεύς τε καὶ Ἄτλας ἐγνωρίζοντο.