Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘Ἰατρικὴν δὲ Απιν Αἰγύπτιον, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην ἱστοροῦσιν. Ἄτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσε.

καὶ ἀστρολογίαν δὲ πρῶτοι εἰς ἀνθρώπους ἐξήνεγκαν Αἰγύπτιοι, ὁμοίως δὲ καὶ Χαλδαῖοι. εἰσὶ δὲ οἱ Κᾶρας τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσι. πτήσεις δὲ ὀρνίθων παρεφύλαξαν πρῶτοι Φρύγες.

καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι , Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικὴν, ὥσπερ ἀμέλει.Τελμησεῖς τὴν δι’ ὀνείρων μαντικήν.

Τυρρηναῖοι δὲ σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόν· Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας. λύχνους τε αὖ [*](18 Ἰατρικὴν δὲ —] Clemens Al. Strom. 1, 16. p. 361.)

v.1.p.549
καίειν πρῶτοι κατέδειξαν Αἰγύπτιοι, καὶ τὸν ἐνιαυτὸν εἰς ιβ' μῆνας διεῖλον καὶ ἐν ἱεροῖς γυναιξὶ μίσγεσθαι ἐκώλυσαν, μηδὲ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικῶν ἀλούτους ἐνομοθέτησαν.

γεωμετρίας τε αὖ εὑρεταὶ οἷ αὐτ’ οἱ γεγόνασι. Κέλμις τε καὶ Δαμναμενεὺς οἶ τῶν Ἰδαίων Δάκτυλοι πρῶτοι ἐν Κύπρῳ σίδηρον εὗρον. Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης.

ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἅρπην εὗρον, ἔστι δὲ μάχαιρα καμπύλη, καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πέλτην ἐξευρον. εὗρον. ἔτι φασὶ Τουσκανοὺς τὴν πλαστικὴν ἐπινοησαι· Ἵτανόν τε, Σαυνίτης οὗτος ἦν, πρῶτον θυρεὸν κατασκευάσαι.

Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν τε ἐξεῦρε καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ὅρος ἐπενόησεν. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππαδόκιι πρῶτοι εὗρον τὴν νάβλαν καλουμένην, ὃν τρόπον κοὶ τὸ δίχορδον Ἀσσύριοι.

Καρχηδόνιοι δὲ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δ’ αὐτὴν όσπορος αὐτόχθων. Μήδειά τε, ἡ Αἰήτου ἡ Κολχὶς πρώτη τριχῶν βαφὴν ἐπενόησε.

ἀλλὰ καὶ Νώροπες ἔθνος δ’ ἐστὶ Παιονικὸν , νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς εὗρε.

περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν.

φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ὕαγνιν τὸν καὶ αὐτὸν Φρύγα · κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ

v.1.p.550
μιξολύδιον Μαρσύαν τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας· καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα.

Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδωνίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν.

ἐπί τε Σεμιράμεως βασιλίδος Ἀσσυρίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσι. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν, τὴν Περσῶν βασιλεύσασαν, φησὶν Ἑλλάνικος.

Σκάμμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεὺς , ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.’’

Ταῦτα ῥήμασιν αὐτοῖς ὁ Κλήμης ἐν Στρωματεῦσι. τοῖς δ’ εἰρημένοις δοκῶ μοι εὖ ἔχειν ἐπισυνάψαι καὶ τὰ ἀπὸ τῆς Ἰωσήπου τοῦ Ἑβραίου γραφῆς, ἣν Περὶ τῆς Ἰουδαίων ἀρχαιότητος ἐν δυσὶν ἐπραγματεύσατο βιβλίοις, περὶ τοῦ νέους γεγονέναι τοὺς Ἕλληνας, καὶ παρὰ βαρβάρων ὠφελῆσθαι, διάφωνά τε ἑαυτοῖς γεγραφέναι συμβαλεῖται γοῦν καὶ ταῦτα εἰς τὴν τῶν εἰρημένων ἀκριβῆ καὶ βεβαίαν πίστωσιν. ἄκουε τοίνυν οἶα καὶ οὗτος γράφει πρὸς λέξιν