Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

περὶ δὲ κινήσεως, εἰ δεῖ γένος θέσθαι, ὧδ̓ ἄν τις θεωρήσειε: πρῶτον μέν, εἰ μὴ εἰς ἄλλο γένος ἀνάγειν προσῆκεν, ἔπειτα, εἰ μηδὲν ἄνωθεν αὐτῆς ἐν τῷ τί ἐστι κατηγοροῖτο, εἶτα, εἰ πολλὰς διαφορὰς λαβοῦσα εἴδη ποιήσει, εἰς ποῖόν τις γένος αὐτὴν ἀνάξει; οὔτε γὰρ οὐσία οὔτε ποιότης τῶν

637
ἐχόντων αὐτήν: οὐ μὴν οὐδ̓ εἰς τὸ ποιεῖν: καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις: οὐδ̓ αὖ εἰς τὸ πάσχειν, ὅτι πολλαὶ κινήσεις ποιήσεις: ποιήσεις δὲ καὶ πείσεις εἰς ταύτην. οὐδ̓ αὖ εἰς τὸ πρός τι
2.353
ὀρθῶς, ὅτι τινὸς ἡ κίνησις καὶ οὐκ ἐφ̓ αὑτῆς οὕτω γὰρ ἂν καὶ τὸ ποιὸν ἐν τῷ πρός τι: τινὸς γὰρ ἡ ποιότης καὶ ἔν τινι: καὶ τὸ ποσὸν ὡσαύτως. εἰ δ̓ ὅτι ὄντα ἐκεῖνά τινα, κἄν τινος ᾖ, καθ̓ ὅ ἐστι τὸ μὲν ποιότης, τὸ δὲ ποσότης εἴρηται: τὸν αὐτὸν τρόπον, ἐπειδή, κἄν τινος ἡ κίνησις ᾖ, ἔστι τι πρὸ τοῦ τινὸς εἶναι, ὃ ἔστιν ἐφ̓ αὑτοῦ ληπτέον ἂν εἴη. ὅλως γὰρ πρός τι δεῖ τίθεσθαι οὐχ ὅ ἐστιν, εἶτ̓ ἄλλου ἐστίν, ἀλλ̓ ὃ ἡ σχέσις ἀπογεννᾷ οὐδενὸς ὄντος ἄλλου παρὰ τὴν σχέσιν καθ̓ ὃ λέγεται, οἷον τὸ διπλάσιον καθ̓ ὃ λέγεται διπλάσιον ἐν τῇ πρὸς τὸ πηχυαῖον παραβολῇ τὴν γένεσιν λαβὸν καὶ τὴν ὑπόστασιν οὐδὲν νοούμενον πρὸ τούτου ἐν τῷ πρὸς ἕτερον παραβεβλῆσθαι ἔσχε τοῦτο λέγεσθαί τε καὶ εἶναι. τί οὖν ἐστι τοῦτο, ὃ ἑτέρου ὄν ἐστί τι, ἵνα καὶ ἑτέρου ᾖ, ὡς τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ ἡ οὐσία; ἢ πρότερον, ὅτι μηδὲν πρὸ αὐτοῦ ὡς γένος κατηγορεῖται, ληπτέον. ἀλλ̓ εἰ τὴν μεταβολὴν λέγοι τις πρὸ κινήσεως εἶναι, πρῶτον μὲν ἢ ταὐτὸν λέγει ἢ γένος λέγων ἐκεῖνο ποιήσει ἕτερον παρὰ τὰ πρόσθεν εἰρημένα: εἶτα δῆλον, ὅτι ἐν εἴδει τὴν κίνησιν θήσεται καί τι ἕτερον ἀντιθήσει τῇ κινήσει τὴν γένεσιν ἴσως, μεταβολήν τινα κἀκείνην λέγων, κίνησιν δὲ οὔ. διὰ τί οὖν οὐ κίνησις ἡ γένεσις; εἰ μὲν γάρ, ὅτι μήπω ἐστὶ τὸ γινόμενον, κίνησις δὲ οὐ: περὶ τὸ μὴ ὄν, οὐδ̓ ἂν μεταβολὴ δηλονότι ἂν εἴη ἡ γένεσις: εἰ δ̓ ὅτι ἡ γένεσίς ἐστιν οὐδὲν ἄλλο ἢ ἀλλοίωσίς τις καὶ αὔξη τῷ ἀλλοιουμένων τινῶν καὶ αὐξομένων τὴν γένεσιν εἶναι, τὰ πρὸ τῆς γενέσεως λαμβάνει. δεῖ δὲ τὴν γένεσιν ἐν τούτοις ἕτερόν τι εἶδος λαβεῖν: οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι παθητικῶς
2.354
τὸ γίνεσθαι καὶ ἡ γένεσις, οἷον θερμαίνεσθαι ἢ λευκαίνεσθαι: ἔστι γὰρ τούτων γενομένων μήπω τὴν ἁπλῶς γένεσιν γεγενῆσθαι, ἀλλὰ τῷ γίνεσθαι αὐτὸ τοῦτο τὸ ἠλλοιῶσθαι: ἀλλ̓ ὅταν ζῷον ἢ φυτόν, ὅταν εἶδός τι λαμβάνῃ. εἴποι δ̓ ἄν τις τὴν μεταβολὴν μᾶλλον ἁρμόττειν ἐν εἴδει τίθεσθαι ἢ τὴν κίνησιν, ὅτι τὸ μὲν τῆς μεταβολῆς ἄλλο ἀνθ̓ ἑτέρου ἐθέλει σημαίνειν, τὸ δὲ τῆς κινήσεως ἔχει καὶ τὴν ἐκ τοῦ οἰκείου μετάστασιν, ὥσπερ ἡ τοπικὴ
638
κίνησις: εἰ δὲ μὴ τοῦτο βούλεταί τις, ἀλλ̓ ἡ μάθησις καὶ ἡ κιθάρισις, ἢ ὅλως ἡ ἀφ̓ ἕξεως κίνησις: ὥστε εἶδός τι ἂν εἴη κινήσεως μᾶλλον ἡ ἀλλοίωσις ἐκστατική τις οὖσα κίνησις.

ἀλλ̓ ἔστω ταὐτὸν νοούμενον τὸ τῆς ἀλλοιώσεως κατὰ τὸ παρακολουθεῖν τῇ κινήσει τὸ ἄλλο. τί οὖν δεῖ λέγειν τὴν κίνησιν; ἔστω δὴ ἡ κίνησις, ὡς τύπῳ εἰπεῖν, ἡ ἐκ δυνάμεως ὁδὸς εἰς ἐκεῖνο, ὃ λέγεται δύνασθαι. ὄντος γὰρ δυνάμει τοῦ μέν, ὅτι ἥκοι ἂν εἰς εἶδός τι, οἷον δυνάμει ἀνδριάς, τοῦ δέ, ὅτι ἥκοι ἂν εἰς ἐνέργειαν, οἷον τὸ βαδιστικόν, ὅταν τὸ μὲν προίῃ εἰς ἀνδριάντα, ἡ πρόοδος κίνησις, τὸ δ̓ ὅταν ἐν τῷ βαδίζειν ᾖ, τὸ βαδίζειν αὐτὸ κίνησις: καὶ ὄρχησις ἐπὶ τοῦ δυναμένου ὀρχεῖσθαι, ὅταν ὀρχῆται. καὶ ἐπὶ μέν τινι κινήσει εἶδος ἄλλο ἐπιγίνεται, ὃ εἰργάσατο ἡ κίνησις, τὸ δὲ ὡς ἁπλοῦν εἶδος ὂν τῆς δυνάμεως οὐδὲν ἔχει μετ̓ αὐτὴν παυσαμένης τῆς κινήσεως: ὥστε, εἴ τις λέγοι τὴν κίνησιν εἶδος ἐγρηγορὸς ἀντίθετον τοῖς ἄλλοις εἴδεσι τοῖς ἑστηκόσιν, ᾗ τὰ μὲν μένει, τὰ δὲ οὔ, καὶ αἴτιον τοῖς ἄλλοις εἴδεσιν, ὅταν μετ̓ αὐτήν τι γίνηται, οὐκ ἂν ἄτοπος εἴη: εἰ δὲ καὶ ζωήν τις λέγοι σωμάτων ταύτην, περὶ ἧς

2.355
ὁ λόγος νῦν ,οὐκ ἂν ἄτοπος εἴη: τὴν γὰρ κίνησιν ταύτην ὁμώνυμον δεῖ λέγειν ταῖς νοῦ καὶ ψυχῆς κινήσεσιν. ὅτι δὲ γένος ἐστίν, οὐχ ἧττον ἄν τις καὶ ἐκ τοῦ μὴ ῥᾴδιον εἶναι ὁρισμῷ ἢ καὶ ἀδύνατον εἶναι λαβεῖν πιστώσαιτο. ἀλλὰ πῶς εἶδός τι, ὅταν πρὸς τὸ χεῖρον ἡ κίνησις, ἢ ὅταν παθητικὴ ἡ κίνησις; ἢ ὅμοιον, ὥσπερ ἂν εἰ ἡ θέρμανσις τὰ μὲν αὔξοι ἡ παρὰ τοῦ ἡλίου, τὰ δὲ εἰς τὸ ἐναντίον ἄγοι: καὶ ᾗ κοινόν τι ἡ κίνησις, καὶ ἡ αὐτὴ ἐπ̓ ἀμφοῖν, τοῖς δὲ ὑποκειμένοις τὴν διαφορὰν τὴν δοκοῦσαν ἔχει. ὑγίανσις οὖν καὶ νόσανσις ταὐτόν; ἢ καθ̓ ὅσον μὲν κίνησις ταὐτόν: τίνι δὲ διοίσει; πότερα τοῖς ὑποκειμένοις, ἢ καὶ ἄλλῳ; ἀλλὰ τοῦτο ὕστερον, ὅταν περὶ ἀλλοιώσεως ἐπισκοπῶμεν: νῦν δὲ τί ταὐτὸν ἐν πάσῃ κινήσει σκεπτέον. οὕτω γὰρ ἂν καὶ γένος εἴη. ἢ πολλαχῶς ἂν λέγοιτο καὶ οὕτως ἔσται, ὥσπερ ἂν εἰ τὸ ὄν. πρὸς δὲ τὴν ἀπορίαν, ὅτι ἴσως δεῖ, ὅσαι μὲν εἰς τὸ
639
κατὰ φύσιν ἄγουσιν ἢ ἐνεργοῦσιν ἐν τοῖς κατὰ φύσιν, ταύτας μὲν οἷον εἴδη εἶναι, ὡς εἴρηται, τὰς δὲ εἰς τὰ παρὰ φύσιν ἀγωγὰς ἀνὰ λόγον τίθεσθαι τοῖς ἐφ̓ ἃ ἄγουσιν. ἀλλὰ τί τὸ κοινὸν ἐπί τε ἀλλοιώσεως καὶ αὐξήσεως καὶ γενέσεως καὶ τῶν ἐναντίων τούτοις ἔτι τε τῆς κατὰ τόπον μεταβολῆς, καθ̓ ὃ κινήσεις αὗται πᾶσαι; ἢ τὸ μὴ ἐν τῷ αὐτῷ ἕκαστον, ἐν ᾧ πρότερον ἦν, εἶναι μηδ̓ ἠρεμεῖν μηδ̓ ἐν ἡσυχίᾳ παντελεῖ, ἀλλά, καθ̓ ὅσον κίνησις πάρεστιν, ἀεὶ πρὸς ἄλλο τὴν ἀγωγὴν ἔχειν, καὶ τὸ ἕτερον τῷ οὐκ ἐν τῷ αὐτῷ μένειν: ἀπόλλυσθαι γὰρ τὴν κίνησιν, ὅταν μὴ ἄλλο. διὸ καὶ ἑτερότης οὐκ ἐν τῷ γεγονέναι καὶ μεῖναι ἐν τῷ ἑτέρῳ, ἀλλ̓ ἀεὶ ἑτερότης: ὅθεν καὶ ὁ χρόνος ἕτερον ἀεί, διότι
2.356
κίνησις αὐτὸν ποιεῖ: μεμετρημένη γὰρ κίνησις οὐ μένουσα: συνθεῖ οὖν αὐτῇ ὡς ἐπὶ φερομένης ὀχούμενος. κοινὸν δὲ πᾶσι τὸ ἐκ δυνάμεως καὶ τοῦ δυνατοῦ εἰς ἐνέργειαν πρόοδον καὶ ἀγωγὴν εἶναι: πᾶν γὰρ τὸ κινούμενον καθ̓ ὁποιανοῦν κίνησιν προυπάρχον δυνάμενον τοῦτο ποιεῖν ἢ πάσχειν ἐν τῷ κινεῖσθαι γίνεται.

καὶ ἔστιν ἡ κίνησις ἡ περὶ τὰ αἰσθητὰ παῤ ἄλλου ἐνιεμένη σείουσα καὶ ἐλαύνουσα καὶ ἐγείρουσα καὶ ὠθοῦσα τὰ μεταλαβόντα αὐτῆς, ὥστε μὴ εὕδειν μηδ̓ ἐν ταυτότητι εἶναι, ἵνα δὴ τῇ μὴ ἡσυχίᾳ καὶ οἷον πολυπραγμονήσει ταύτῃ εἰδώλῳ συνέχηται ζωῆς. δεῖ δὲ οὐ τὰ κινούμενα τὴν κίνησιν εἶναι νομίζειν: οὐ γὰρ οἱ πόδες ἡ βάδισις, ἀλλ̓ ἡ περὶ τοὺς πόδας ἐνέργεια ἐκ δυνάμεως. ἀοράτου δὲ τῆς δυνάμεως ὑπαρχούσης τοὺς ἐνεργοῦντας πόδας ὁρᾶν μόνον ἀνάγκη, οὐ πόδας ἁπλῶς, ὥσπερ ἂν εἰ ἡσύχαζον, ἀλλ̓ ἤδη μετ̓ ἄλλου, ἀοράτου μὲν τούτου, ὅτι δὲ μετ̓ ἄλλου κατὰ συμβεβηκὸς ὁρωμένου τῷ τοὺς πόδας ὁρᾶν ἄλλον τόπον ἔχοντας καὶ ἄλλον καὶ μὴ ἠρεμεῖν: τὸ δ̓ ἀλλοιούμενον παρὰ τοῦ ἀλλοιουμένου, ὅτι μὴ ἡ αὐτὴ ποιότης. ἐν τίνι οὖν ἡ κίνησις, ὅταν ἄλλο κινῇ, καὶ ὅταν δὲ ἐκ τῆς ἐνούσης δυνάμεως εἰς ἐνέργειαν ἴῃ; ἆρα ἐν τῷ κινοῦντι; καὶ πῶς τὸ κινούμενον καὶ πάσχον μεταλήψεται; ἀλλ̓ ἐν τῷ κινουμένῳ; διὰ τί οὖν ἐλθοῦσα οὐ μένει; ἢ δεῖ μήτε τοῦ ποιοῦντος ἀπηλλάχθαι μήτε ἐν αὐτῷ

640
εἶναι, ἀλλ̓ ἐξ αὐτοῦ μὲν καὶ εἰς ἐκεῖνο, οὐκ ἐν ἐκείνῳ δὲ ἀποτετμημένην εἶναι, ἀλλ̓ ἀπ̓ ἐκείνου εἰς ἐκεῖνο, οἷον πνοὴν εἰς ἄλλο. ὅταν μὲν οὖν ἡ δύναμις τοῦ κινεῖν βαδιστικὴ ᾖ, οἷον ὦσε καὶ
2.357
πεποίηκεν ἄλλον ἀλλάττειν ἀεὶ τόπον, ὅταν δὲ θερμαντική, ἐθέρμανε: καὶ ὅταν ἡ δύναμις ὕλην λαβοῦσα εἰς φύσιν οἰκοδομῇ, αὔξησις, ὅταν δ̓ ἄλλη δύναμις ἀφαιρῇ, μείωσις τοῦ δυναμένου ἀφαίρεσιν παθεῖν μειουμένου: καὶ ὅταν ἡ γεννῶσα φύσις ἐνεργῇ, γένεσις, ὅταν δὲ αὕτη ἀδυνατῇ, ἡ δὲ φθείρειν δυναμένη ἐπικρατῇ, φθορά, οὐχ ἡ ἐν τῷ ἤδη γεγονότι, ἀλλ̓ ἡ ἐν τῷ πορευομένῳ: καὶ ὑγίανσις δὲ κατὰ τὰ αὐτὰ τῆς ποιεῖν δυναμένης ὑγίειαν ἐνεργούσης καὶ κρατούσης, νόσανσις δὲ τῆς ἐναντίας δυνάμεως τἀναντία ποιούσης: ὥστε συμβαίνειν μὴ παρὰ τὰ ἐν οἷς μόνον, ἀλλὰ καὶ παρὰ τὰ ἐξ ὧν καὶ δἰ ὧν, καὶ τὴν τῆς κινήσεως ἰδιότητα ποιὰν τὴν κίνησιν καὶ τοιάνδε εἶναι ἐν τοῖς τοιούτοις.

περὶ δὲ τῆς κατὰ τόπον κινήσεως, εἰ τὸ ἄνω φέρεσθαι τῷ κάτω ἐναντίον, καὶ τὸ κύκλῳ τοῦ ἐπ̓ εὐθείας διοίσει, πῶς ἡ διαφορά, οἷον τὸ ὑπὲρ κεφαλῆς καὶ ὑπὸ πόδας ῥίπτειν; καὶ γὰρ ἡ δύναμις ἡ ὠστικὴ μία, εἰ μή τις ἄλλην τὴν ἄνω ὠθοῦσαν καὶ ἄλλην τὴν κάτω λέγοι, καὶ ἄλλως τὴν κάτω πρὸς τὴν ἄνω φοράν, καὶ μάλιστα εἰ φυσικῶς κινοῖτο, εἰ ἡ μὲν κουφότης εἴη, ἡ δὲ βαρύτης. ἀλλὰ κοινὸν καὶ τὸ αὐτὸ τὸ εἰς τὸν οἰκεῖον τόπον φέρεσθαι, ὥστε ἐνταῦθα κινδυνεύειν παρὰ τὰ ἔξω τὴν διαφορὰν γίνεσθαι. ἐπὶ δὲ τῆς κύκλῳ καὶ ἐπ̓ εὐθείας, εἰ οἷόν περ ἐπ̓ εὐθείας καὶ κύκλῳ περιθρέξαιεν, πῶς ἄλλη; ἢ παρὰ τὸ τῆς πορείας σχῆμα, εἰ μή τις μικτὴν λέγοι τὴν κύκλῳ, ὡς οὐ παντελῶς οὖσαν κίνησιν οὐδὲ πάντη ἐξισταμένην. ἀλλ̓ ἔοικεν ὅλως μία τις εἶναι ἡ τοπικὴ τοῖς ἔξωθεν τὰς διαφορὰς λαμβάνουσα.

2.358

σύγκρισις δὲ καὶ διάκρισις ἐπισκεπτέα πῶς. ἆῤ ἕτεραι κινήσεις τῶν εἰρημένων, γενέσεως καὶ φθορᾶς, αὔξης καὶ φθίσεως, τοπικῆς μεταβολῆς, ἀλλοιώσεως, ἢ εἰς ταύτας αὐτὰς ἀνακτέον, ἢ τούτων τινὰς συγκρίσεις καὶ διακρίσεις θετέον; εἰ μὲν οὖν τοῦτ̓ ἔχει ἡ σύγκρισις, πρόσοδον ἑτέρου πρὸς ἕτερον καὶ τὸ πελάζειν, καὶ αὖ ἀποχώρησιν εἰς τοὐπίσω, τοπικὰς ἄν τις κινήσεις λέγοι δύο κινούμενα λέγων πρὸς ἕν τι, ἢ ἀποχωροῦντα ἀπ̓ ἀλλήλων.

641
εἰ δὲ σύγκρασίν τινα καὶ μῖξιν λαμβάνουσι καὶ κρᾶσιν καὶ εἰς ἓν ἐξ ἑνὸς σύστασιν τὴν κατὰ τὸ συνίστασθαι γινομένην, οὐ κατὰ τὸ συνεστάναι ἤδη, εἰς τίνα ἄν τις ἀνάγοι τῶν εἰρημένων ταύτας; ἄρξει μὲν γὰρ ἡ τοπικὴ κίνησις, ἕτερον δὲ ἐπ̓ αὐτῇ τὸ γινόμενον ἂν εἴη, ὥσπερ καὶ τῆς αὔξης ἄν τις εὕροι ἄρχουσαν μὲν τὴν τοπικήν, ἐπιγινομένην δὲ τὴν κατὰ τὸ ποσὸν κίνησιν: οὕτω δὴ καὶ ἐνταῦθα ἡγεῖται μὲν τὸ κατὰ τόπον κινηθῆναι, ἕπεται δὲ οὐκ ἐξ ἀνάγκης συγκριθῆναι οὐδ̓ αὖ διακριθῆναι, ἀλλὰ γενομένης μὲν συμπλοκῆς τοῖς ἀπαντήσασι συνεκρίθη, σχισθέντων δὲ τῇ συντεύξει διεκρίθη: πολλαχοῦ δ̓ ἂν καὶ διακρινομένων ἐφέποιτο ἂν ἡ τοῦ τόπου, ἢ ἅμα συμβαίνοι τοῦ πάθους ἄλλου περὶ τὰ διακρινόμενα, οὐ κατὰ τὸ κινεῖσθαι τοπικῶς, νοουμένου, ἔν τε τῇ συγκρίσει ἄλλου πάθους καὶ συστάσεως ἐπακολουθοῦντος ἑτέρου τῆς τοπικῆς κινήσεως. ἆῤ οὖν ταύτας μὲν ἐφ̓ ἑαυτῶν, τὴν δὲ ἀλλοίωσιν εἰς ταύτας ἀνακτέον; πυκνὸν γὰρ γενόμενον ἠλλοίωται: τοῦτο δὲ ταὐτὸν τῷ συγκέκριται: μανὸν δὲ αὖ ἠλλοίωται: τοῦτο δὲ ταὐτὸν τῷ διακέκριται: καὶ οἴνου καὶ ὕδατος μιγνυμένων ἄλλο ἢ πρότερον ἦν ἑκάτερον ἐγένετο:
2.359
τοῦτο δὲ σύγκρισις, ἣ πεποίηκε τὴν ἀλλοίωσιν. ἢ φατέον καὶ ἐνταῦθα ἡγεῖσθαι τὰς συγκρίσεις καὶ διακρίσεις τινῶν ἀλλοιώσεων, ἑτέρας δὲ αὐτὰς εἶναι συγκρίσεων ἢ διακρίσεων: οὔτε γὰρ τὰς ἄλλας ἀλλοιώσεις εἶναι τοιαύτας, οὔτε τὴν ἀραίωσιν καὶ πύκνωσιν σύγκρισιν καὶ διάκρισιν ἢ ἐκ τούτων ὅλως εἶναι: οὕτω γὰρ ἄν τις καὶ κενὸν παραδέχοιτο. ἐπὶ δὲ μελανίας ἢ λευκότητος πῶς; εἰ δὲ ἐν τούτοις ἀμφισβητεῖ, πρῶτον μὲν τὰς χρόας καὶ τάχα τὰς ποιότητας ἀναιρεῖ ἢ τάς γε πλείστας, μᾶλλον δὲ πάσας: εἰ γὰρ πᾶσαν ἀλλοίωσιν, ἣν λέγομεν κατὰ ποιότητα μεταβολήν, σύγκρισιν καὶ διάκρισιν λέγοι, τὸ γινόμενον οὐδέν ἐστιν, ἀλλὰ ἐγγὺς κείμενα καὶ διεστῶτα. ἔπειτα τὸ μανθάνειν καὶ τὸ διδάσκεσθαι πῶς συγκρίσεις;

ἐπισκεπτέον δὴ περὶ τούτων καὶ ἤδη ζητητέον πάλιν αὖ τῶν κατ̓ εἴδη λεγομένων κινήσεων, οἷον ἐπὶ τοπικῆς, εἰ μὴ τῷ ἄνω καὶ κάτω καὶ εὐθείᾳ καὶ κύκλῳ, ὡς ἠπόρηται, εἰ ἐμψύχων καὶ ἀψύχων κινήσει — οὐ γὰρ ὁμοία ἡ κίνησις τούτων — καὶ πάλιν ταύτας τῇ πεζῇ καὶ τῷ νεῖν καὶ πτήσει. ἢ καὶ τῷ φύσει γε καὶ παρὰ φύσιν τάχ̓

642
ἄν τις διέλοι καθ̓ ἕκαστον εἶδος: τοῦτο δὲ οὐκ ἔξωθεν διαφοραὶ κινήσεων. ἢ ποιητικαὶ τούτων αὗται καὶ οὐκ ἂν ἄνευ τούτων. καὶ ἡ φύσις δὲ ἀρχὴ δοκεῖ τούτων. ἢ τὰς μὲν φύσει, τὰς δὲ τέχνῃ, τὰς δὲ προαιρέσει: φύσει μὲν αὐξήσεις, φθίσεις, τέχνῃ δὲ οἰκοδομεῖν, ναυπηγεῖν, προαιρέσει δὲ σκοπεῖσθαι, μανθάνειν, πολιτεύεσθαι, ὅλως λέγειν, πράττειν. περὶ αὐξήσεως αὖ καὶ ἀλλοιώσεως καὶ γενέσεως κατὰ φύσιν ἢ παρὰ φύσιν ἢ ὅλως τοῖς ὑποκειμένοις.
2.360

περὶ δὲ στάσεως, ὃ ἀντιτέτακται κινήσει, ἢ ἠρεμίας τί ποτε χρὴ λέγειν; πότερα καὶ αὐτὸ ἕν τι γένος θετέον, ἢ εἴς τι γένος τῶν εἰρημένων ἀνακτέον; βέλτιον δ̓ ἴσως στάσιν τοῖς ἐκεῖ ἀποδόντα ἠρεμίαν ἐνταῦθα ζητεῖν. τὴν οὖν ἠρεμίαν ταύτην ζητητέον πρῶτον τί ποτέ ἐστι. καὶ εἰ μὲν ταὐτὸν φανείη τῇ στάσει, οὐδ̓ ὀρθῶς ἂν ἐνταῦθα ταύτην ζητοῖ οὐδενὸς ἑστηκότος, ἀλλὰ τοῦ φαινομένου ἑστάναι σχολαιοτέρᾳ τῇ κινήσει χρωμένου: εἰ δ̓ ἕτερον ἠρεμίαν στάσεως λέγοιμεν τῷ τὴν μὲν στάσιν περὶ τὸ ἀκίνητον παντελῶς εἶναι, τὴν δ̓ ἠρεμίαν περὶ τὸ ἑστώς, πεφυκὸς δὲ κινεῖσθαι, ὅταν μὴ κινῆται, εἰ μὲν τὸ ἠρεμίζεσθαι λέγοι τὸ ἠρεμεῖν, κίνησιν οὔπω παυσαμένην, ἀλλ̓ ἐνεστῶσαν: εἰ δὲ τὴν οὐκέτι περὶ τὸ κινούμενον οὖσαν, πρῶτον μὲν ζητητέον, εἴ τί ἐστι μὴ κινούμενον ἐνταῦθα. εἰ δὲ μὴ πάσας οἷόν τέ τι τὰς κινήσεις κινεῖσθαι, ἀλλὰ δεῖ κινήσεις τινὰς μὴ κινεῖσθαι, ἵνα καὶ ἐξῇ λέγειν τόδε τὸ κινούμενον εἶναι, τί ἄλλο χρὴ λέγειν τὸ μὴ κινούμενον κατὰ τόπον, ἀλλὰ ἠρεμοῦν ταύτην τὴν κίνησιν, ἢ ὅτι μὴ κινεῖται; ἀπόφασις ἄρα ἔσται ἡ ἠρεμία τοῦ κινεῖσθαι: τοῦτο δὲ οὐκ ἐν γένει. ἠρεμεῖ δὲ οὐκ ἄλλο τι ἢ ταύτην τὴν κίνησιν, οἷον τὴν τοπικήν: τὴν οὖν ἀφαίρεσιν τούτου λέγει. εἰ δέ τις λέγοι: διὰ τί δ̓ οὐ τὴν κίνησιν ἀπόφασιν τῆς στάσεως φήσομεν; ὅτι, φήσομεν, ἥκει τι φέρουσα ἡ κίνησις καὶ ἔστιν ἄλλο τι ἐνεργοῦν καὶ οἷον ὠθοῦν τὸ ὑποκείμενον καὶ μυρία ἐργαζόμενον αὐτὸ καὶ φθεῖρον, ἡ δὲ ἠρεμία ἑκάστου οὐδέν ἐστι παῤ αὐτό, ἀλλὰ σημαίνει μόνον, ὅτι κίνησιν οὐκ ἔχει. τί οὖν οὐ καὶ

643
ἐπὶ τῶν νοητῶν στάσιν εἴπομεν ἀπόφασιν κινήσεως;
2.361
ἢ ὅτι οὐδ̓ ἔστιν εἰπεῖν ἀναίρεσιν τῆς κινήσεως τὴν στάσιν, ὅτι οὐ παυσαμένης τῆς κινήσεώς ἐστιν, ἀλλ̓ οὔσης ἐκείνης καὶ αὕτη ἐστί: καὶ οὐ πεφυκὸς κινεῖσθαι, καθ̓ ὅσον μὴ κινεῖται ἡ στάσις ἐκεῖ, ἀλλά, καθ̓ ὃ στάσις κατείληφεν, ἕστηκε, καθ̓ ὃ δέ ἐστι κινούμενον, ἀεὶ κινήσεται: διὸ καὶ στάσει ἕστηκε καὶ κινήσει κινεῖται: ἐνταῦθα δὲ κινήσει μὲν κινεῖται, ἀπουσίᾳ δὲ ἠρεμεῖ ἐστερημένον τῆς ὀφειλομένης κινήσεως. ἔπειτα δὲ ὁρᾶν δεῖ, τί ἐστιν ἡ στάσις αὐτὴ ἡ ἐνταῦθα λεγομένη: οἷον ἐν νόσῳ καὶ ὑγιείᾳ. κινεῖται μὲν οὖν ὁ ὑγιαζόμενος καὶ οὕτως, ὅταν ἐκ νόσου εἰς ὑγίειαν ἴῃ, ὑγιάζεται. τί οὖν τῇ ὑγιάνσει ταύτῃ ἠρεμίας εἶδος ἀντιτάξομεν; εἰ μὲν γὰρ τὸ ἐξ οὗ, νόσος, ἀλλ̓ οὐ στάσις: εἰ δὲ τὸ εἰς ὅ, ὑγίεια: ὃ οὐ ταὐτὸν τῇ στάσει. εἰ δέ τις λέγοι τὴν ὑγίειαν ἢ τὴν νόσον τινὰ στάσιν εἶναι, εἴδη στάσεως τὴν ὑγίειαν καὶ τὴν νόσον εἶναι φήσει: ὅπερ ἄτοπον. εἰ δὲ συμβεβηκέναι τῇ ὑγιείᾳ τὴν στάσιν, πρὸ τῆς στάσεως ἡ ὑγίεια οὐχ ὑγίεια ἔσται. ἀλλὰ περὶ μὲν τούτων, ὅπῃ δοκεῖ ἑκάστῳ.

εἴρηται δ̓ ὅτι τὸ ποιεῖν καὶ τὸ πάσχειν κινήσεις λεκτέον, καὶ ἔστι τὰς μὲν τῶν κινήσεων ἀπολύτους, τὰς δὲ ποιήσεις, τὰς δὲ πείσεις λέγειν. καὶ περὶ τῶν ἄλλων γενῶν λεγομένων, ὅτι εἰς ταῦτα, καὶ περὶ τοῦ πρός τι, ὅτι ἄλλου πρὸς ἄλλο σχέσις, καὶ ὅτι σύνεισιν ἅμα καὶ ἄμφω, καὶ τὸ πρός τι δέ, ὅταν σχέσις οὐσίας ποιῇ αὐτό, οὐχ ᾗ οὐσία ἔσται πρός τι, ἀλλ̓ ἢ καθ̓ ὃ μέρος, οἷον χεὶρ ἢ κεφαλὴ ἢ αἴτιον ἢ ἀρχὴ ἢ στοιχεῖον. ἔστι δὲ καὶ τὰ πρός τι διαιρεῖν, ὥσπερ διῄρηται τοῖς ἀρχαίοις, τὰ μὲν ὡς ποιητικά, τὰ δὲ ὡς μέτρα, τὰ

2.362
δ̓ ἐν ὑπεροχῇ καὶ ἐλλείψει, τὰ δ̓ ὅλως χωρίζοντα ὁμοιότησι καὶ διαφοραῖς. καὶ περὶ μὲν τούτων τῶν γενῶν ταῦτα.