Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

τὸ μὲν οὖν συνεχὲς ἀπὸ τοῦ διωρισμένου

628
κεχωρίσθαι καλῶς: τῷ κοινῷ καὶ τῷ ἰδίῳ ὅρῳ εἴρηται. τὸ δ̓ ἐντεῦθεν ἤδη ἐπὶ μὲν ἀριθμοῦ περιττῷ, ἀρτίῳ: καὶ πάλιν, εἴ τινες διαφοραὶ τούτων ἑκατέρου, ἢ παραλειπτέον τοῖς περὶ ἀριθμὸν ἔχουσιν ἤδη, ἢ δεῖ ταύτας μὲν διαφορὰς τῶν μοναδικῶν ἀριθμῶν τίθεσθαι, τῶν δ̓ ἐν τοῖς αἰσθητοῖς οὐκέτι. εἰ δὲ τοὺς ἐν τοῖς αἰσθητοῖς ἀριθμοὺς χωρίζει ὁ λόγος, οὐδὲν κωλύει καὶ τούτων τὰς αὐτὰς νοεῖν διαφοράς. τὸ δὲ συνεχὲς πῶς, εἰ τὸ μὲν γραμμή, τὸ δ̓ ἐπίπεδον, τὸ δὲ στερεόν; ἢ τὸ μὲν ἐφ̓ ἕν, τὸ δ̓ ἐπὶ δύο, τὸ δ̓ ἐπὶ τρία, οὐκ εἰς εἴδη διαιρουμένου δόξει, ἀλλὰ καταρίθμησιν μόνον ποιουμένου: ἀεὶ γὰρ ἐν τοῖς ἀριθμοῖς οὕτω λαμβανομένοις
2.342
κατὰ τὸ πρότερον καὶ τὸ ὕστερον κοινόν τι ἐπ̓ αὐτῶν οὐκ ἔστι γένος, οὐδ̓ ἐπὶ πρώτης καὶ δευτέρας καὶ τρίτης αὔξης κοινόν τι ἔσται. ἀλλὰ ἴσως καθ̓ ὅσον ποσὸν τὸ ἴσον ἐπ̓ αὐτοῖς καὶ οὐ τὰ μὲν μᾶλλον ποσά, τὰ δὲ ἧττον, κἂν τὰ μὲν ἐπὶ πλείω τὰς διαστάσεις ἔχῃ, τὰ δὲ ἐπ̓ ἔλαττον. ἐπὶ τῶν ἀριθμῶν τοίνυν, καθ̓ ὅσον πάντες ἀριθμοί, τὸ κοινὸν ἂν εἴη: ἴσως γὰρ οὐχ ἡ μονὰς τὴν δυάδα, οὐδ̓ ἡ δυὰς τὴν τριάδα, ἀλλὰ τὸ αὐτὸ τὰ πάντα. εἰ δὲ μὴ γίνεται, ἀλλ̓ ἔστιν, ἡμεῖς δ̓ ἐπινοοῦμεν γινόμενα, ἔστω ὁ μὲν ἐλάττων πρότερος, ὁ δὲ ὕστερος ὁ μείζων: ἀλλὰ καθ̓ ὅσον ἀριθμοὶ πάντες ὑφ̓ ἕν. καὶ ἐπὶ μεγεθῶν τοίνυν τὸ ἐπ̓ ἀριθμῶν μετενεκτέον: χωριοῦμεν δὲ ἀπ̓ ἀλλήλων γραμμήν, ἐπίπεδον, στερεόν, ὃ δὴ κέκληκε σῶμα, τῷ διάφορα τῷ εἴδει μεγέθη ὄντα εἶναι. εἰ δὲ δεῖ ἕκαστον τούτων διαιρεῖν, γραμμὴν μὲν εἰς εὐθύ, περιφερές, ἑλικοειδές, ἐπίπεδον δὲ εἰς εὐθύγραμμον καὶ περιφερὲς σχῆμα, στερεὸν δὲ εἰς στερεὰ σχήματα, σφαῖραν καὶ εὐθυγράμμους ἔχοντα πλευράς, καὶ ταῦτα πάλιν, οἷα οἱ γεωμέτραι ποιοῦσιν, εἰς τρίγωνα, τετράπλευρα, καὶ πάλιν ταῦτα εἰς ἄλλα, ἐπισκεπτέον.

τί γὰρ ἂν φαῖμεν εὐθεῖαν; οὐ μέγεθος εἶναι; ἢ ποιὸν μέγεθος τὸ εὐθὺ φαίη τις ἄν. τί

629
οὖν κωλύει διαφορὰν εἶναι ᾗ γραμμή; οὐ γὰρ ἄλλου τινὸς τὸ εὐθὺ ἢ γραμμῆς: ἐπεὶ καὶ οὐσίας διαφορὰς κομίζομεν παρὰ τοῦ ποιοῦ. ἡ οὖν εὐθεῖα ποσὸν μετὰ διαφορᾶς, καὶ οὐ σύνθετον διὰ τοῦτο ἡ εὐθεῖα ἐξ εὐθύτητος καὶ γραμμῆς: εἰ δὲ σύνθετον, ὡς μετὰ οἰκείας διαφορᾶς. τὸ δ̓ ἐκ τριῶν γραμμῶν διὰ τί οὐκ ἐν τῷ ποσῷ; ἢ οὐχ
2.343
ἁπλῶς τρεῖς γραμμαὶ τὸ τρίγωνον, ἀλλὰ οὑτωσὶ ἐχουσῶν, καὶ τὸ τετράπλευρον τέσσαρες οὑτωσί: καὶ γὰρ ἡ γραμμὴ ἡ εὐθεῖα οὑτωσὶ καὶ ποσόν: εἰ γὰρ τὴν εὐθεῖαν οὐ ποσὸν μόνον, τί κωλύει καὶ τὴν πεπερασμένην μὴ ποσὸν μόνον λέγειν; ἀλλὰ πέρας τῆς γραμμῆς στιγμὴ καὶ οὐκ ἐν ἄλλῳ. καὶ τὸ πεπερασμένον τοίνυν ἐπίπεδον ποσόν, ἐπείπερ γραμμαὶ περατοῦσιν, αἳ πολὺ μᾶλλον ἐν τῷ ποσῷ εἰ οὖν τὸ πεπερασμένον ἐπίπεδον ἐν τῶ ποσῷ, τοῦτο δὲ ἢ τετράγωνον ἢ ἑξάπλευρον ἢ πολύπλευρον, καὶ τὰ σχήματα πάντα ἐν τῷ ποσῷ. εἰ δ̓. ὅτι τὸ τρίγωνον λέγομεν ποιὸν καὶ τὸ τετράγωνον, ἐν ποιῷ θησόμεθα, οὐδὲν κωλύει ἐν πλείοσι κατηγορίαις θέσθαι τὸ αὐτό: καθ̓ ὃ μὲν μέγεθος καὶ τοιόνδε μέγεθος, ἐν τῷ ποσῷ, καθ̓ ὃ δὲ τοιάνδε μορφὴν παρέχεται, ἐν ποιῷ: ἢ καὶ αὐτὸ τοιάδε μορφὴ τὸ τρίγωνον. τί οὖν κωλύει καὶ τὴν σφαίραν ποιὸν λέγειν; εἰ οὖν τις ὁμόσε χωροῖ, τὴν γεωμετρίαν τοίνυν οὐ περὶ μεγέθη, ἀλλὰ περὶ ποιότητα καταγίνεσθαι. ἀλλ̓ οὐ δοκεῖ τοῦτο, ἀλλ̓ ἡ πραγματεία αὕτη περὶ μεγέθη. αἱ δὲ διαφοραὶ τῶν μεγεθῶν οὐκ ἀναιροῦσι τὸ μεγέθη αὐτὰ εἶναι, ὥσπερ οὐδ̓ αἱ τῶν οὐσιῶν οὐκ οὐσίας τὰς οὐσίας εἶναι. ἔτι πᾶν ἐπίπεδον πεπερασμένον, οὐ γὰρ οἷόν τε ἄπειρον εἶναί τι ἐπίπεδον: ἔτι ὥσπερ, ὅταν περὶ οὐσίαν ποιότητα λαμβάνω, οὐσιώδη ποιότητα λέγω, οὕτω καὶ πολὺ μᾶλλον, ὅταν τὰ σχήματα λαμβάνω, ποσότητος διαφορὰς λαμβάνω. ἔπειτα, εἰ μὴ ταύτας διαφορὰς μεγεθῶν ληψόμεθα, τίνων θησόμεθα; εἰ δὲ μεγεθῶν εἰσι διαφοραί, τὰ γενόμενα ἐκ τῶν διαφορῶν μεγέθη διάφορα ἐν εἴδεσιν αὐτῶν τακτέον.
2.344
630

ἀλλὰ πῶς ἴδιον τοῦ ποσοῦ τὸ ἴσον καὶ ἄνισον; ὅμοια γὰρ τρίγωνα λέγεται. ἢ καὶ ὅμοια λέγεται μεγέθη καὶ ἡ ὁμοιότης λεγομένη οὐκ ἀναιρεῖ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον εἶναι ἐν τῷ ποσῷ: ἴσως γὰρ ἐνταῦθα ἐν τοῖς μεγέθεσι τὸ ὅμοιον ἄλλως καὶ οὐχ ὡς ἐν τῷ ποιῷ. ἔπειτα οὐκ, εἰ ἴδιον εἶπε τὸ ἴσον καὶ ἄνισον, ἀνεῖλε καὶ τὸ ὅμοιον κατηγορεῖν τινων: ἀλλ̓ εἰ εἶπε τὸ ὅμοιον καὶ ἀνόμοιον τοῦ ποιοῦ, ἄλλως λεκτέον, ὡς ἔφαμεν, τὸ ἐπὶ τοῦ ποσοῦ. εἰ δὲ ταὐτὸν τὸ ὅμοιον, καὶ ἐπὶ τούτων ἐπισκέψασθαι δεῖ ἰδιότητας ἄλλας ἑκατέρου τοῦ γένους, τοῦ τε ποσοῦ καὶ τοῦ ποιοῦ. ἢ λεκτέον, τὸ ὅμοιον καὶ ἐπὶ τοῦ ποσοῦ λέγεσθαι, καθόσον αἱ διαφοραὶ ἐν αὐτῷ, καθόλου δέ, ὅτι συντάττειν δεῖ τὰς συμπληρούσας διαφορὰς τῷ οὗ διαφοραί, καὶ μάλιστα, ὅταν μόνου ἐκείνου ᾖ διαφορὰ ἡ διαφορά. εἰ δ̓ ἐν ἄλλῳ μὲν συμπληροῖ τὴν οὐσίαν, ἐν ἄλλῳ δὲ μή, οὗ μὲν συμπληροῖ, συντακτέον, οὗ δὲ μὴ συμπληροῖ, μόνον ἐφ̓ ἑαυτοῦ ληπτέον: συμπληροῦν δὲ λέγω τὴν οὐσίαν οὐ τὴν ἁπλῶς, ἀλλὰ τὴν τοιάνδε, τοῦ τοιάνδε προσθήκην οὐκ οὐσιώδη δεχομένου. κἀκεῖνο δὲ ἐπισημαντέον, ὅτι ἴσα μὲν λέγομεν καὶ τρίγωνα καὶ τετράγωνα καὶ ἐπὶ πάντων σχημάτων, ἐπιπέδων τε καὶ στερεῶν: ὥστε ἴσον τε καὶ ἄνισον κείσθω ἐπὶ ποσοῦ ἴδιον. ὅμοιον δὲ καὶ ἀνόμοιον, εἰ ἐπὶ ποιοῦ, ἐπισκεπτέον. περὶ δὲ τοῦ ποιοῦ ἐλέχθη, ὡς σὺν ἄλλοις μὲν ὕλῃ καὶ ποσῷ συμμιχθὲν συμπλήρωσιν ἐργάζεται αἰσθητῆς οὐσίας, καὶ ὅτι κινδυνεύει ἡ λεγομένη αὕτη οὐσία εἶναι τοῦτο τὸ ἐκ πολλῶν, οὐ τί, ἀλλὰ ποιὸν μᾶλλον, καὶ ὁ μὲν λόγος εἶναι οἷον πυρὸς τὸ τὶ σημαίνων μᾶλλον, ἣν δὲ μορφὴν ἐργάζεται,

2.345
ποιὸν μᾶλλον: καὶ ὁ λόγος ὁ τοῦ ἀνθρώπου τὸ τὶ εἶναι, τὸ δ̓ ἀποτελεσθὲν ἐν σώματος φύσει εἴδωλον ὂν τοῦ λόγου ποιόν τι μᾶλλον εἶναι: οἷον εἰ ἀνθρώπου ὄντος τοῦ Σωκράτους τοῦ ὁρωμένου ἡ εἰκὼν αὐτοῦ ἡ ἐν γραφῇ χρώματα καὶ φάρμακα οὖσα Σωκράτης λέγοιτο: οὕτως οὖν καὶ λόγου ὄντος, καθ̓ ὃν Σωκράτης, οὐ τὸν αἰσθητὸν Σωκράτην, ἀλλὰ χρώματα καὶ σχήματα ἐκείνων τῶν ἐν τῷ λόγῳ μιμήματα εἶναι, καὶ τὸν λόγον δὲ τοῦτον πρὸς τὸν ἀληθέστατον ἤδη λόγον τὸν ἀνθρώπου τὸ αὐτὸ πεπονθότα εἶναι. ταῦτα μὲν οὖν οὕτως.

ἕκαστον δὲ λαμβανόμενον χωρὶς τῶν ἄλλων

631
τῶν περὶ τὴν λεγομένην οὐσίαν ποιότητα τὴν ἐν τούτοις εἶναι, οὐ τὸ τὶ οὐδὲ τὸ ποσὸν οὐδὲ κίνησιν σημαίνοντα, χαρακτῆρα δὲ καὶ τὸ τοιόνδε καὶ τὸ ποιὸν δηλοῦντα, οἷον καλὸν καὶ αἰσχρὸν τὸ ἐπὶ σώματι: ὁμώνυμον γὰρ τὸ καλὸν τὸ τῇδε κἀκεῖ, ὥστε καὶ τὸ ποιόν: ἐπεὶ καὶ τὸ μέλαν καὶ τὸ λευκὸν ἄλλο. ἀλλὰ τὸ ἐν τῷ σπέρματι καὶ τῷ τοιούτῳ λόγῳ πότερα ταὐτὸν ἢ ὁμώνυμον τῷ φαινομένῳ; καὶ τοῖς ἐκεῖ προσνεμητέον ἢ τοῖς τῇδε; καὶ τὸ αἰσχρὸν τὸ περὶ τὴν ψυχήν; τὸ μὲν γὰρ καλὸν ὅτι ἄλλο, ἤδη δῆλον. ἀλλ̓ εἰ ἐν τούτῳ τῷ ποιῷ, καὶ ἡ ἀρετὴ ἐν τοῖς τῇδε ποιοῖς. ἢ τὰς μὲν ἐν τοῖς τῇδε ποιοῖς, τὰς δὲ ἐν τοῖς ἐκεῖ. ἐπεὶ καὶ τὰς τέχνας λόγους οὔσας ἀπορήσειεν ἄν τις εἰ: ἐν τοῖς τῇδε: καὶ γὰρ εἰ ἐν ὕλῃ λόγοι, ἀλλὰ ὕλη αὐτοῖς ἡ ψυχή: ἀλλ̓ ὅταν καὶ μετὰ ὕλης, πὼς ἐνταῦθα: οἷον κιθαρῳδία: καὶ γὰρ περὶ χορδὰς καὶ μέρος πως τῆς τέχνης ἡ ᾠδή, φωνὴ αἰσθητή, εἰ μὴ ἄρα ἐνεργείας ταύτας τις, ἀλλ̓ οὐ μέρη, θεῖτο.
2.346
ἀλλ̓ οὖν ἐνέργειαι αἰσθηταί: ἐπεὶ καὶ τὸ καλὸν τὸ ἐν σώματι ἀσώματον: ἀλλ̓ ἀπέδομεν αὐτὸ αἰσθητὸν ὂν τοῖς περὶ σῶμα καὶ σώματος. γεωμετρίαν δὲ καὶ ἀριθμητικὴν διττὴν θεμένους τὰς μὲν ὡδὶ ἐν τῷδε τῷ ποιῷ τακτέον, τὰς δὲ αὐτῆς τῆς ψυχῆς πραγματείας πρὸς τὸ νοητὸν ἐκεῖ τακτέον. καὶ δὴ καὶ μουσικήν φησιν ὁ Πλάτων καὶ ἀστρονομίαν ὡσαύτως. τὰς τοίνυν τέχνας περὶ σώματα ἐχούσας καὶ ὀργάνοις αἰσθητοῖς καὶ αἰσθήσει χρωμένας, εἰ καὶ ψυχῆς εἰσι διαθέσεις, ἐπειδὴ κάτω νευούσης εἰσίν, ἐν τῷδε τῷ ποιῷ τακτέον. καὶ δὴ καὶ τὰς πρακτικὰς ἀρετὰς οὐδὲν κωλύει ἐνταῦθα τὰς οὕτω πραττούσας ὡς πολιτικῶς τὸ πράττειν ἔχειν, ὅσαι μὴ χωρίζουσι τὴν ψυχὴν πρὸς τὰ ἐκεῖ ἄγουσαι, ἀλλ̓ ἐνταῦθα τὸ καλῶς ἐνεργοῦσι προηγούμενον τοῦτο, ἀλλ̓ οὐχ ὡς ἀναγκαῖον τιθέμεναι. καὶ τὸ ἐν τῷ σπέρματι τοίνυν καλὸν καὶ πολὺ μᾶλλον τὸ μέλαν καὶ τὸ λευκὸν ἐν τούτοις. τί οὖν; καὶ τὴν ψυχὴν τὴν τοιαύτην, ἐν ᾗ οὗτοι οἱ λόγοι, ἐν οὐσίᾳ τῇ τῇδε τάξομεν; ἢ οὐδὲ ταῦτα
632
σώματα εἴπομεν, ἀλλ̓ ἐπεὶ περὶ σῶμα καὶ σωμάτων ποιήσεις οἱ λόγοι, ἐν ποιότητι ἐθέμεθα τῇ τῇδε: οὐσίαν δὲ αἰσθητὴν τὸ ἐκ πάντων τῶν εἰρημένων θέμενοι οὐδαμῶς ἀσώματον οὐσίαν ἐν αὐτῇ τάξομεν. ποιότητας δὲ ἀσωμάτους ἁπάσας λέγοντες ἐν αὐτῇ πάθη ὄντα νενευκότα τῇδε ἐνηριθμήσαμεν καὶ λόγους ψυχῆς τινος: τὸ γὰρ πάθος μεμερισμένον εἰς δύο, εἴς τε τὸ περὶ ὅ ἐστι καὶ ἐν ᾧ ἐστιν, ἐδίδομεν ποιότητι οὐ σωματικῇ οὔσῃ, περὶ σῶμα δὲ οὔσῃ: οὐκέτι δὲ τὴν ψυχὴν τῇδε τῇ οὐσίᾳ, ὅτι τὸ πρὸς σῶμα αὐτῆς πάθος ἤδη δεδωκότες ἦμεν ποιῷ: ἄνευ δὲ τοῦ πάθους καὶ τοῦ
2.347
λόγου νοουμένην τῷ ὅθεν ἐστὶν ἀποδεδώκαμεν οὐδεμίαν οὐσίαν ὁπωσοῦν νοητὴν ἐνταῦθα καταλιπόντες.

εἰ μὲν οὖν οὕτω δοκεῖ, διαιρετέον τὰς μὲν ψυχικάς, τὰς δὲ σωματικάς, ὡς σώματος οὔσας ποιότητας. εἰ δὲ τὰς ψυχὰς ἁπάσας ἐκεῖ τις βούλεται, ταῖς αἰσθήσεσι τὰς τῇδε ποιότητας ἔστι διαιρεῖν, τὰς μὲν δἰ ὀμμάτων, τὰς δὲ δἰ ὤτων, τὰς δὲ δἰ ἁφῆς, γεύσεως, ὀσφρήσεως, καὶ τούτων εἴ τινες διαφοραί, ὄψεσι μὲν χρώματα, ἀκοαῖς δὲ φωνάς, καὶ ταῖς ἄλλαις αἰσθήσεσι: φωνὰς δέ, ᾗ ποιαί, ἡδύ, τραχύ, λεῖον. ἐπεὶ δὲ τὰς διαφορὰς τὰς περὶ τὴν οὐσίαν ποιότησι διαιρούμεθα καὶ τὰς ἐνεργείας καὶ τὰς πράξεις καλὰς ἢ αἰσχρὰς καὶ ὅλως τοιάσδε — τὸ γὰρ ποσὸν ἢ ὀλιγάκις εἰς τὰς διαφορὰς τὰς εἴδη ποιούσας ἢ οὐδαμοῦ — καὶ τὸ ποσὸν δὲ ποιότησι ταῖς αὐτῶν οἰκείαις, πῶς ἄν τις καὶ τὸ ποιὸν διέλοι κατ̓ εἴδη ἀπορήσειεν ἄν τις ποίαις χρώμενος διαφοραῖς καὶ ἐκ ποίου γένους. ἄτοπον γὰρ ἑαυτῷ καὶ ὅμοιον, ὥσπερ ἂν εἴ τις διαφορὰς οὐσίας οὐσίας πάλιν αὖ λέγοι. τίνι οὖν τὸ λευκὸν καὶ τὸ μέλαν; τίνι δὲ τὰ χρώματα ὅλως ἀπὸ χυμῶν καὶ τῶν ἁπτικῶν ποιοτήτων; εἰ δὲ τοῖς διαφόροις αἰσθητηρίοις ταῦτα, οὐκ ἐν τοῖς ὑποκειμένοις ἡ διαφορά. ἀλλὰ κατὰ τὴν αὐτὴν αἴσθησιν πῶς; εἰ δ̓ ὅτι τὸ μὲν συγκριτικόν, τὸ δὲ διακριτικὸν ὀμμάτων, τὸ δὲ διακριτικὸν γλώττης καὶ συγκριτικόν, πρῶτον μὲν ἀμφισβητεῖται καὶ περὶ αὐτῶν τῶν παθῶν, εἰ διακρίσεις τινὲς καὶ συγκρίσεις ταῦτα: ἔπειτα οὐκ αὐτὰ οἷς διαφέρει εἴρηκεν. εἰ δέ τις λέγοι οἷς δύνανται, καὶ

633
οὐκ ἄλογον δὲ οἷς δύνανται, ἐκεῖνο ἴσως λεκτέον,
2.348
ὡς οἷς δύνανται διαιρετέον τὰ μὴ ὁρώμενα, οἷον τὰς ἐπιστήμας: αἰσθητὰ δὲ ταῦτα ὄντα διὰ τί ἐξ ὧν ποιεῖ; καὶ ἐν ταῖς ἐπιστήμαις δὲ διαιροῦντες οἷς δύνανται, καὶ ὅλως ταῖς τῆς ψυχῆς δυνάμεσι διαστησάμενοι ὡς ἕτεραι ἐξ ὧν ποιοῦσιν, ἔχομεν λόγῳ διαφορὰς αὐτῶν λαμβάνειν οὐ μόνον περὶ ἅ, ἀλλὰ καὶ λόγους αὐτῶν ὁρῶντες. ἢ τὰς μὲν τέχνας ἕξομεν τοῖς λόγοις αὐτῶν καὶ τοῖς θεωρήμασι, τὰς δὲ ἐπὶ σώματι ποιότητας πῶς; ἢ κἀκεῖ ἐπὶ τῶν λόγων τῶν διαφόρων πῶς ἕτεροι ζητήσειεν ἄν τις. καὶ γὰρ φαίνεται τὸ λευκὸν τοῦ μέλανος διαφέρειν: ἀλλὰ τίνι ζητοῦμεν.

ἀλλὰ γὰρ ταῦτα ἅπαντα τὰ ἀπορηθέντα δεικνύει, ὡς τῶν ἄλλων δεῖ διαφορὰς ζητεῖν, αἷς χωριοῦμεν ἀπ̓ ἀλλήλων ἕκαστα, τῶν δὲ διαφορῶν διαφορὰς καὶ ἀδύνατον καὶ ἄλογον. οὔτε γὰρ οὐσίας οὐσιῶν οὔτε ποσοῦ ποσότητας οὔτε ποιότητας ποιοτήτων οὔτε διαφορὰς διαφορῶν οἷόν τε: ἀλλ̓ ἀνάγκη, οὗ ἐγχωρεῖ, τοῖς ἔξωθεν ἢ τοῖς ποιητικοῖς ἢ τοῖς τοιούτοις: οὗ δὲ μηδὲ ταῦτα, οἷον πράσινον ὠχροῦ, ἐπειδὴ λευκοῦ καὶ μέλανος λέγουσι, τί ἄν τις εἴποι; ἀλλὰ γάρ, ὅτι ἕτερα, ἡ αἴσθησις ἢ ὁ νοῦς ἐρεῖ, καὶ οὐ δώσουσι λόγον, ἡ μὲν αἴσθησις, ὅτι μηδ̓ αὐτῆς ὁ λόγος, ἀλλὰ μόνον μηνύσεις διαφόρους ποιήσασθαι, ὁ δὲ νοῦς ἐν ταῖς αὐτοῦ ἐπιβολαῖς ἁπλοῦς καὶ οὐ λόγοις χρῆται πανταχοῦ, ὡς λέγειν τόδε ἕκαστον τόδε. καὶ ἔστιν ἑτερότης ἐν ταῖς κινήσεσιν αὐτοῦ διαιροῦσα θάτερον ἀπὸ θατέρου οὐχ ἑτερότητος αὐτὴ δεομένη. αἱ τοίνυν ποιότητες πότερα διαφοραὶ πᾶσαι γίνοιντο ἂν ἢ οὔ; λευκότης μὲν γὰρ καὶ ὅλως αἱ χρόαι, καὶ περὶ ἁφὴν καὶ χυμοὺς γένοιντο ἂν διαφοραὶ ἑτέρων καὶ

2.349
εἴδη ὄντα, γραμματικὴ δὲ καὶ μουσικὴ πῶς; ἢ τῷ τὴν μὲν γραμματικὴν ψυχήν, τὴν δὲ μουσικὴν --- καὶ μάλιστα, εἰ φύσει εἶεν, ὥστε καὶ εἰδοποιοὺς διαφορὰς γίνεσθαι. καὶ εἰ εἴη τις διαφορὰ ἐκ τούτου τοῦ γένους ἢ καὶ ἐξ ἄλλου: καὶ εἰ ἐκ τούτου τοῦ γένους, τῶν ἐκ τοῦ αὐτοῦ γένους, οἷον ποιοτήτων ποιότητας. ἀρετὴ γὰρ καὶ κακία ἡ μὲν ἕξις τοιάδε, ἡ δὲ τοιάδε: ὥστε ποιοτήτων οὐσῶν τῶν ἕξεων αἱ διαφοραὶ ποιότητες: εἰ μή τις φαίη τὴν
634
μὲν ἕξιν ἄνευ τῆς διαφορᾶς μὴ ποιότητα εἶναι, τὴν δὲ διαφορὰν τὴν ποιότητα ποιεῖν. ἀλλ̓ εἰ τὸ γλυκὺ ὠφέλιμον, βλαβερὸν δὲ τὸ πικρόν, σχέσει, οὐ ποιότητι, διαιρεῖ. τί δ̓ εἰ τὸ γλυκὺ παχύ, τὸ δὲ αὐστηρὸν λεπτόν; οὐ τὸ τί ἦν γλυκὺ ἴσως λέγει παχύ, ἀλλ̓ ᾧ ἡ γλυκύτης: καὶ ἐπὶ τοῦ αὐστηροῦ ὁ αὐτὸς λόγος: ὥστε εἰ πανταχοῦ μὴ ποιότητος ποιότης διαφορὰ σκεπτέον, ὥσπερ οὐδε οὐσίας οὐσία, οὐδὲ ποσοῦ ποσότης. ἢ τὰ πέντε τῶν τριῶν διαφέρει δυσίν. ἢ ὑπερέχει δυσί, διαφέρει δ̓ οὐ λέγεται: πῶς γὰρ ἂν καὶ διαφέροι δυσὶν ἐν τοῖς τρισίν; ἀλλ̓ οὐδὲ κίνησις κινήσεως κινήσει διαφέροι ἄν, οὐδ̓ ἐπὶ τῶν ἄλλων ἄν τις εὕροι. ἐπὶ δὲ τῆς ἀρετῆς καὶ κακίας τὸ ὅλον πρὸς τὸ ὅλον ληπτέον, καὶ οὕτως αὐτοῖς διοίσει. τὸ δὲ ἐκ ταὐτοῦ γένους, τοῦ ποιοῦ, καὶ μὴ ἐξ ἄλλου, εἴ τις διαιροῖ τῷ τὴν μὲν περὶ ἡδονάς, τὴν δὲ περὶ ὀργάς, καὶ τὴν μὲν περὶ καρποῦ κομιδήν, τὴν δὲ περὶ δαπάνην εἶναι, καὶ οὕτω παραδέξαιτο καλῶς ὡρίσθαι, δῆλον ὅτι ἔστι διαφορὰς εἶναι καὶ μὴ ποιότητας.

τῇ δὲ ποιότητι συντακτέον, ὥσπερ ἐδόκει, καὶ τοὺς κατ̓ αὐτὰς ποιούς, καθ̓ ὅσον ποιότης

2.350
περὶ αὐτούς, οὐ προσποιουμένους αὐτούς, ἵνα μὴ κατηγορίαι δύο, ἀλλ̓ εἰς τοῦτο ἀνιόντας ἀπ̓ αὐτῶν, ἀφ̓ οὗ λέγονται. τὸ δὲ οὐ λευκόν, εἰ μὲν σημαίνει ἄλλο χρῶμα, ποιότης. εἰ δὲ ἀπόφασις μόνον εἴη πραγμάτων ἢ ἐξαρίθμησις, οὐδὲν ἂν εἴη, εἰ μὴ: φωνὴ ἢ ὄνομα ἢ λόγος γινομένου καὶ αὐτοῦ πράγματος: καὶ εἰ μὲν φωνή, κίνησίς τις, εἰ δ̓ ὄνομα ἢ λόγος, πρός τι, καθὸ σημαντικά. εἰ δὲ μὴ μόνον πραγμάτων ἡ ἐξαρίθμησις κατὰ γένος, ἀλλὰ δεῖ καὶ τὰ λεγόμενα καὶ τὰ σημαίνοντα, τίνος ἕκαστον γένους σημαντικόν, ἐροῦμεν τὰ μὲν τίθεσθαι αὐτὰ μόνον δηλοῦντα, τὰ δὲ ἀναιρεῖν αὐτά: καίτοι βέλτιον ἴσως τὰς ἀποφάσεις αὐτῶν μὴ συναριθμεῖν τάς τε καταφάσεις μὴ συναριθμοῦντας διὰ τὸ σύνθετον. τὰς δὲ στερήσεις πῶς; ἤ, εἰ ὧν αἱ στερήσεις ποιότητες, καὶ αὐταὶ ποιότητες, οἷον νωδὸς ἢ τυφλός: ὁ δὲ γυμνὸς καὶ ἠμφιεσμένος
635
οὐδέτερος ποιός, ἀλλὰ μᾶλλόν πως ἔχων: ἐν σχέσει οὖν τῇ πρὸς ἄλλο. πάθος δὲ τὸ μὲν ἐν τῷ πάσχειν ἔτι οὐ ποιότης, ἀλλά τις κίνησις: τὸ δὲ ἐν τῷ πεπονθέναι καὶ ἔχειν μένον ἤδη τὸ πάθος ποιότης: εἰ δὲ μὴ ἔχοι ἔτι τὸ πάθος, λέγοιτο δὲ πεπονθέναι, κεκινῆσθαι. τοῦτο δὲ ταὐτὸν τῷ ἦν ἐν κινήσει. δεῖ δὲ μόνον κίνησιν νοεῖν ἀφαιροῦντα τὸν χρόνον: οὐδὲ γὰρ οὐδὲ τὸ νῦν προσλαμβάνειν προσήκει. τὸ δὲ καλῶς καὶ τὰ τοιαῦτα εἰς μίαν νόησιν τὴν τοῦ γένους ἀνακτέον. εἰ δὲ τὸ μὲν ἐρυθριᾶν εἰς τὸ ποιὸν ἀνακτέον, τὸν δὲ ἐρυθρὸν μηκέτι, ἐπισκεπτέον. τὸ μὲν γὰρ ἐρυθαίνεσθαι ὀρθῶς οὐκ ἀνακτέον: πάσχει γὰρ ἢ ὅλως κινεῖται: εἰ δὲ μηκέτι ἐρυθαίνεται, ἀλλ̓ ἤδη ἐρυθρός ἐστι, διὰ τί οὐ ποιός; οὐ γὰρ χρόνῳ ὁ ποιός.
2.351
ἢ τίνι ὁριστέον; ἀλλὰ τῷ τοιῷδε, καὶ ἐρυθρὸν λέγοντες ποιὸν λέγομεν: ἢ οὕτως τὰς ἕξεις μόνας ποιότητας ἐροῦμεν, τὰς δὲ διαθέσεις οὐκέτι. καὶ θερμὸς τοίνυν οὐχ ὁ θερμαινόμενος, καὶ νοσῶν οὐχ ὁ ἀγόμενος εἰς νόσον.

ὁρᾶν δὲ δεῖ, εἰ μὴ πάσῃ ποιότητί ἐστί τις ἄλλη ἐναντία: ἐπεὶ καὶ τὸ μέσον τοῖς ἄκροις δοκεῖ ἐπ̓ ἀρετῆς καὶ κακίας ἐναντίον εἶναι. ἀλλ̓ ἐπὶ τῶν χρωμάτων τὰ μεταξὺ οὐχ οὕτως. εἰ μὲν οὖν, ὅτι μίξεις τῶν ἄκρων τὰ μεταξύ, ἔδει μὴ ἀντιδιαιρεῖν, ἀλλὰ λευκῷ καὶ μέλανι, τὰ δ̓ ἄλλα συνθέσεις. ἢ τῷ μίαν τινὰ ἄλλην ἐπὶ τῶν μεταξύ, κἂν ἐκ συνθέσεως ᾖ θεωρεῖσθαι, ἀντιτίθεμεν. ἢ ὅτι τὰ ἐναντία οὐ μόνον διαφέρει, ἀλλὰ καὶ πλεῖστον. ἀλλὰ κινδυνεύει τὸ πλεῖστον διαφέρειν λαμβάνεσθαι ἐν τῷ θέσθαι ἤδη ταῦτα τὰ μεταξύ: ἐπεί, εἴ τις ταύτην τὴν διάταξιν ἀφέλοι, τίνι τὸ πλεῖστον ὁριεῖ; ἢ ὅτι τὸ φαιὸν ἐγγυτέρω τοῦ λευκοῦ μᾶλλον ἢ τὸ μέλαν: καὶ τοῦτο παρὰ τῆς ὄψεως μηνύεται, καὶ ἐπὶ τῶν χυμῶν ὡσαύτως, θερμόν, ψυχρόν, τὸ μηδέτερον μεταξύ. ἀλλ̓ ὅτι μὲν οὕτως ὑπολαμβάνειν εἰθίσμεθα, δῆλον: τάχα δ̓ ἄν τις ἡμῖν συγχωροῖ ταῦτα, τὸ δὲ λευκὸν καὶ τὸ ξανθὸν καὶ ὁτιοῦν πρὸς ὁτιοῦν ὁμοίως πάντη ἕτερα ἀλλήλων εἶναι καὶ ἕτερα

636
ὄντα ποιὰ ἐναντία εἶναι. οὐδὲ γὰρ τῷ εἶναι μεταξὺ αὐτῶν ἄλλα τούτων ἡ ἐναντιότης: ὑγιείᾳ γοῦν καὶ νόσῳ οὐδὲν παρεμπέπτωκε μεταξὺ καὶ ἐναντία. ἢ ὅτι τὰ γινόμενα ἐξ ἑκατέρου πλείστην παραλλαγὴν ἔχει. καὶ πῶς πλείστην ἔστιν εἰπεῖν μὴ οὐσῶν ἐν τοῖς μέσοις ἐλαττόνων; οὐκ ἔστιν οὖν ἐπὶ ὑγιείας καὶ νόσου πλεῖστον εἰπεῖν. ἄλλῳ τοίνυν τὸ ἐναντίον, οὐ τῷ πλεῖστον, ὁριστέον. εἰ δὲ τῷ
2.352
πολλῷ, εἰ μὲν τὸ πολὺ ἀντὶ τοῦ πλέον πρὸς ἔλαττον, πάλιν τὰ ἄμεσα ἐκφεύξεται: εἰ δ̓ ἁπλῶς πολύ, ἕκαστον φύσει πολὺ ἀφεστάναι συγχρωρηθέντος, μὴ τῷ πλείονι μετρεῖν τὴν ἀπόστασιν. ἀλλ̓ ἐπισκεπτέον, πῶς τὸ ἐναντίον. ἆῤ οὖν τὰ μὲν ἔχοντά τινα ὁμοιότητα: λέγω δὲ οὐ κατὰ τὸ γένος οὐδὲ πάντως τῷ μεμῖχθαι ἄλλαις οἷον μορφαῖς αὐτῶν ἢ πλείονα ἢ ἐλάττονα: οὐκ ἐναντία, ἀλλ̓ οἷς μηδὲν ταὐτὸν κατὰ τὸ εἶδος ἐναντία, καὶ προσθετέον δὲ ἐν γένει τῷ ποιῷ: ἐντεῦθεν γὰρ τὰ μὲν ἄμεσα τῶν ἐναντίων, οἷς μηδὲν εἰς ὁμοίωσιν, οὐκ ὄντων ἄλλων τῶν οἷον ἐπαμφοτεριζόντων καὶ ὁμοιότητα πρὸς ἄλληλα ἐχόντων, τῶν δέ τινων μόνων μὴ ἐχόντων. εἰ δὲ τοῦτο, οἷς μέν ἐστι κοινότης ἐν τοῖς χρώμασιν, οὐκ ἂν εἴη ἐναντία. ἀλλ̓ οὐδὲν κωλύσει μὴ πᾶν μὲν παντί, ἄλλο δὲ ἄλλῳ οὕτως εἶναι ἐναντίον, καὶ ἐπὶ χυμῶν δὲ ὡσαύτως. ταῦτα μὲν οὖν οὕτω διηπορήσθω. περὶ δὲ τοῦ μᾶλλον ἐν μὲν τοῖς μετέχουσιν ὅτι ἐστίν, ἐδόκει, ὑγίεια δὲ αὐτὴ καὶ δικαιοσύνη ἠπορεῖτο. εἰ δὴ πλάτος ἔχει τούτων ἑκάστη αὐτῶν, καὶ τὰς ἕξεις αὐτὰς δοτέον: ἐκεῖ δὲ ἕκαστον τὸ ὅλον καὶ οὐκ ἔχει τὸ μᾶλλον.