Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

ἐν τῷ κόσμῳ τῷ νοητῷ ἡ ἀληθινὴ οὐσία:

360
νοῦς τὸ ἄριστον αὐτοῦ: ψυχαὶ δὲ κἀκεῖ: ἐκεῖθεν γὰρ καὶ ἐνταῦθα. κἀκεῖνος ὁ κόσμος ψυχὰς ἄνευ σωμάτων ἔχει, οὗτος δὲ τὰς ἐν σώμασι γινομένας καὶ μερισθείσας τοῖς σώμασιν. ἐκεῖ δὲ ὁμοῦ μὲν πᾶς νοῦς καὶ οὐ διακεκριμένον οὐδὲ μεμερισμένον, ὁμοῦ δὲ πᾶσαι ψυχαὶ ἐν ἑνὶ τῷ κόσμῳ, οὐκ ἐν διαστάσει τοπικῇ. νοῦς μὲν οὖν ἀεὶ ἀδιάκριτος καὶ οὐ μεριστός, ψυχὴ δὲ ἐκεῖ ἀδιάκριτος καὶ ἀμέριστος: ἔχει δὲ φύσιν μερίζεσθαι. καὶ γὰρ ὁ μερισμὸς
361
αὐτῆς τὸ ἀποστῆναι καὶ ἐν σώματι γενέσθαι. μεριστὴ οὖν εἰκότως περὶ τὰ σώματα λέγεται εἶναι, ὅτι οὕτως ἀφίσταται καὶ μεμέρισται. πῶς οὖν καὶ ἀμέριστος; οὐ γὰρ ὅλη ἀπέστη, ἀλλ̓ ἔστι τι αὐτῆς οὐκ ἐληλυθός, ὃ οὐ πέφυκε μερίζεσθαι. τὸ οὖν ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριστῆς ταὐτὸν τῷ ἐκ τῆς ἄνω καὶ κάτω οὔσης καὶ τῆς ἐκεῖθεν ἐξημμένης, ῥυείσης δὲ μέχρι τῶνδε, οἷον γραμμῆς ἐκ κέντρου. ἐλθοῦσα δὲ ἐνθάδε τούτῳ τῷ μέρει ὁρᾷ, ᾧ καὶ αὐτῷ σώζει τὴν φύσιν τοῦ ὅλου. οὐδὲ γὰρ ἐνταῦθα μόνον μεριστή, ἀλλὰ καὶ ἀμέριστος: τὸ γὰρ μεριζόμενον αὐτῆς ἀμερίστως
2.4
μερίζεται. εἰς ὅλον γὰρ τὸ σῶμα δοῦσα αὑτὴν μὴ μερισθεῖσα, ὅλη εἰς ὅλον, τῷ ἐν παντὶ εἶναι μεμέρισται.