Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

πῶς οὖν ἐξ ἑνὸς πλῆθος; ὅτι πανταχοῦ: οὐ γάρ ἐστιν ὅπου οὔ. πάντα οὖν πληροῖ. πολλὰ οὖν, μᾶλλον δὲ πάντα ἤδη: αὐτὸ μὲν γὰρ εἰ μόνον πανταχοῦ,

1.349
αὐτὸ ἂν ἦν τὰ πάντα: ἐπεὶ δὲ καὶ οὐδαμοῦ, γίνεται μὲν τὰ πάντα δἰ αὐτοῦ, ὅτι πανταχοῦ ἐκεῖνο, ἕτερα δὲ αὐτοῦ, ὅτι αὐτὸ οὐδαμοῦ. διὰ τί οὖν αὐτὸ οὐ μόνον πανταχοῦ, ἀλλ̓ αὖ πρὸς τούτῳ
358
καὶ οὐδαμοῦ; ὅτι ʽ??ʼεῖ πρὸ πάντων ἓν εἶναι. πληροῦν οὖν δεῖ αὐτὸ καὶ ποιεῖν πάντα, οὐκ εἶναι τὰ πάντα, ἃ ποιεῖ. τὴν ψυχὴν αὐτὴν δεῖ ὥσπερ ὄψιν εἶναι, ὁρατὸν δὲ αὐτῇ τὸν νοῦν εἶναι, ἀόριστον πρὶν ἰδεῖν, πεφυκυῖαν δὲ νοεῖν: ὕλην οὖν πρὸς νοῦν. νοοῦντες αὑτοὺς βλέπομεν δηλονότι νοοῦσαν φύσιν, ἢ ψευδοίμεθα ἂν τὸ νοεῖν. εἰ οὖν νοοῦμεν καὶ ἑαυτοὺς νοοῦμεν, νοερὰν οὖσαν φύσιν νοοῦμεν: πρὸ ἄρα τῆς νοήσεως ταύτης ἄλλη ἐστὶ νόησις οἷον ἥσυχος. καὶ οὐσίας δὲ ἡ νόησις καὶ ζωῆς νόησις: ὥστε πρὸ ταύτης τῆς ζωῆς καὶ οὐσίας ἄλλη οὐσία καὶ ζωή. ταῦτα ἄρα εἶδεν, ὅσα ἐνέργειαι. εἰ δὲ νόες αἱ ἐνέργειαι αἱ κατὰ τὸ νοεῖν οὕτως ἑαυτούς, τὸ νοητὸν ἡμεῖς οἱ ὄντως. ἡ δὲ νόησις ἡ αὐτῶν τὴν εἰκόνα φέρει. τὸ μὲν πρῶτον δύναμίς ἐστι κινήσεως καὶ στάσεως: ὥστε ἐπέκεινα τούτων: τὸ δὲ δεύτερον ἕστηκέ τε καὶ κινεῖται περὶ ἐκεῖνο: καὶ νοῦς δὲ τὸ δεύτερον: ἄλλο γὰρ ὂν πρὸς ἄλλο ἔχει τὴν νόησιν, τὸ δὲ νόησιν οὐκ ἔχει. διπλοῦν δὲ τὸ νοοῦν καὶ αὑτὸ νοεῖ καὶ ἐλλιπές, ὅτι ἐν τῷ νοεῖν ἔχει τὸ εὖ, οὐκ ἐν τῇ ὑποστάσει. τὸ ἐνεργείᾳ παντὶ τῷ ἐκ δυνάμεως εἰς ἐνέργειαν ὅ ἐστι ταὐτὸν ἀεί, ἕως ἂν ᾖ: ὥστε καὶ τὸ
1.350
τέλειον καὶ τοῖς σώμασιν ὑπάρχει, οἷον τῷ πυρί: ἀλλ̓ οὐ δύναται ἀεὶ εἶναι, ὅτι μεθ̓ ὕλης: ὃ δ̓ ἂν ἀσύνθετον ὂν ἐνεργείᾳ ᾖ, ἀεὶ ἔστιν. ἐστι δὲ τὸ αὐτὸ ἐνεργείᾳ ὂν δυνάμει κατ̓ ἄλλο εἶναι. ἀλλ̓ οὐ θεοὶ τὸ πρῶτον ἐπέκεινα ὄντες: ὁ δὲ νοῦς τὰ ὄντα, καὶ ἔστι κίνησις ἐνταῦθα καὶ στάσις: περὶ οὐδὲν γὰρ αὐτὸ τὸ πρῶτον, τὰ ἄλλα δὲ περὶ αὐτὸ ἀναπαυόμενα ἕστηκε καὶ κινεῖται: ἡ γὰρ κίνησις ἔφεσις, τὸ δὲ οὐδενὸς ἐφίεται: τίνος γὰρ τό γε ἀκρότατον; οὐ νοεῖ οὖν οὐδὲ ἑαυτό; ἢ ᾗ ἔχει ἑαυτὸ καὶ νοεῖν ὅλως λέγεται. --- ἢ τῷ ἔχειν ἑαυτὸ οὐ νοεῖν λέγεται, ἀλλὰ τῷ πρὸς τὸ πρῶτον βλέπειν. ἔστι δὲ πρώτη ἐνέργεια καὶ αὐτὴ ἡ νόησις. εἰ οὖν αὕτη πρώτη, οὐδεμίαν δεῖ προτέραν. τὸ οὖν παρέχον ταύτην ἐπέκεινα ταύτης: ὥστε δευτέρα ἡ νόησις μετ̓ ἐκεῖνο. οὐδὲ γὰρ τὸ πρώτως σεμνὸν ἡ νόησις: οὔκουν οὐδὲ πᾶσα, ἀλλ̓ ἡ τοῦ ἀγαθοῦ: ἐπέκεινα ἄρα νοήσεως τἀγαθόν. ἀλλ̓ οὐ παρακολουθήσει αὑτῷ. τί οὖν ἡ παρακολούθησις αὐτῷ; ἀγαθοῦ ὄντος ἢ οὔ; εἰ μὲν γὰρ ὄντος, ἤδη ἐστὶ πρὸ τῆς παρακολουθήσεως τἀγαθόν: εἰ δ̓ ἡ παρακολούθησις
359
ποιεῖ, οὐκ ἂν εἴη πρὸ ταύτης τὸ ἀγαθόν: ὥστε οὐδ̓ αὐτὴ ἔσται μὴ οὖσα ἀγαθοῦ. τί οὖν; οὐδὲ ζῇ; ἢ ζῆν μὲν οὐ λεκτέον, εἴπερ ζωὴν δίδωσι. τὸ δὲ παρακολουθοῦν ἑαυτῷ καὶ τὸ νοοῦν αὑτὸ δεύτερον: παρακολουθεῖ γάρ, ἵνα τῇ ἐνεργείᾳ ταύτῃ συνῇ αὑτῷ. δεῖ οὖν, εἰ καταμανθάνει αὑτό, ἀκαταμάθητον τετυχηκέναι αὑτῷ καὶ τῇ αὑτοῦ φύσει ἐλλιπὲς εἶναι, τῇ δὲ νοήσει τελειοῦσθαι. τὸ ἄρα κατανοεῖν ἐξαιρετέον: ἡ γὰρ προσθήκη ἀφαίρεσιν καὶ ἔλλειψιν ποιεῖ.