Enneades
Plotinus
Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.
Διὰ τί κύκλῳ κινεῖται; ὅτι νοῦν μιμεῖται.
107
καὶ τίνος ἡ κίνησις; ψυχῆς ἢ σώματος; ἢ ψυχῆς. τί οὖν; ὅτι ψυχὴ ἐν αὑτῇ ἔστι καὶ πρὸς αὑτὴν ἀεὶ σπεύδει ἰέναι; ἢ ἔστιν ἐν αὑτῇ οὐ συνεχὴς οὖσα; ἢ φερομένη συμφέρει; ἀλλ̓ ἔδει συμφέρουσαν μηκέτι φέρειν, ἀλλ̓ ἐνηνοχέναι, τουτέστι στῆναι μᾶλλον ποιῆσαι καὶ μὴ ἀεὶ κύκλῳ. ἢ καὶ αὐτὴ στήσεται ἤ, εἰ κινεῖται, οὔτι γε τοπικῶς. πῶς οὖν τοπικῶς κινεῖ αὐτὴ ἄλλον τρόπον κινουμένη; ἢ ἴσως 1.130
οὐδὲ τοπικὴ ἡ κύκλῳ, ἀλλ̓ εἰ ἄρα κατὰ συμβεβηκός. ποία οὖν τις; εἰς αὑτὴν συναισθητικὴ καὶ συννοητικὴ καὶ ζωτικὴ καὶ οὐδαμοῦ ἔξω οὐδ̓ ἄλλοθι κατὰ τὸ πάντα δεῖν περιλαμβάνειν: τοῦ γὰρ ζῴου τὸ κύριον περιληπτικὸν καὶ ποιοῦν ἕν. οὐ περιλήψεται δὲ ζωτικῶς, εἰ μένοι, οὐδὲ σώσει τὰ ἔνδον σῶμα ἔχον: καὶ γὰρ σώματος ζωὴ ἡ κίνησις. εἰ οὖν καὶ τοπική, ὡς δυνήσεται κινήσεται καὶ οὐχ ὡς ψυχὴ μόνον, ἀλλ̓ ὡς σῶμα ἔμψυχον καὶ ὡς ζῷον: 108
ὥστε εἶναι μικτὴν ἐκ σωματικῆς καὶ ψυχικῆς, τοῦ μὲν σώματος εὐθὺ φερομένου φύσει, τῆς δὲ ψυχῆς κατεχούσης, ἐκ δ̓ ἀμφοῖν γενομένην φερομένου τε καὶ μένοντος. εἰ δὲ σώματος ἡ κύκλῳ λέγοιτο, πῶς παντὸς εὐθυποροῦντος ὡς καὶ τοῦ πυρός; ἢ εὐθυπορεῖ, ἕως ἂν ἥκῃ εἰς τὸ οὗ τέτακται: ὡς γὰρ ἂν ταχθῇ, οὕτω δοκεῖ καὶ ἑστάναι κατὰ φύσιν καὶ φέρεσθαι εἰς ὃ ἐτάχθη. διὰ τί οὖν οὐ μένει ἐλθόν; ἆρα, ὅτι ἡ φύσις τῷ πυρὶ ἐν κινήσει; εἰ οὖν μὴ κύκλῳ, σκεδασθήσεται ἐπ̓ εὐθύ: δεῖ ἄρα κύκλῳ. ἀλλὰ τοῦτο προνοίας: μᾶλλον δ̓ αὐτῷ παρὰ τῆς προνοίας: ὥστε, εἰ ἐκεῖ γένοιτο, κύκλῳ κινεῖσθαι ἐξ αὑτοῦ. ἢ ἐφιέμενον τοῦ εὐθέος οὐκ ἔχον οὐκέτι τόπον ὥσπερ περιολισθάνον ἀνακάμπτει ἐν οἷς τόποις δύναται: οὐ γὰρ ἔχει τόπον μεθ̓ ἑαυτό: οὗτος γὰρ ἔσχατος. θεῖ οὖν ἐν ᾧ ἔχει καὶ αὐτὸ αὑτοῦ τόπος, οὐχ ἵνα μένῃ ἐκεῖ γεγενημένον, ἀλλ̓ ἵνα φέρηται. καὶ κύκλου δὲ τὸ μὲν κέντρον μένει κατὰ φύσιν, ἡ δὲ ἔξωθεν περιφέρεια εἰ μένοι, κέντρον ἔσται μέγα. μᾶλλον οὖν ἔσται περὶ τὸ κέντρον καὶ ζῶντι καὶ κατὰ φύσιν δὲ ἔχοντι σώματι. οὕτω γὰρ συννεύσει πρὸς τὸ κέντρον, οὐ τῇ συνιζήσει — ἀπολεῖ γὰρ τὸν κύκλον — ἀλλ̓ ἐπεὶ τοῦτο 1.131
οὐ δύναται, τῇ περιδινήσει: οὕτω γὰρ μόνως ἀποπληρώσει τὴν ἔφεσιν. εἰ ψυχὴ δὲ περιάγοι, οὐ καμεῖται: οὐ γὰρ ἕλκει, οὐδὲ παρὰ φύσιν: ἡ γὰρ φύσις τὸ ὑπὸ ψυχῆς τῆς πάσης ταχθέν. ἔτι πανταχοῦ οὖσα ἡ ψυχὴ ὅλη καὶ οὐ διειλημμένη ἡ τοῦ παντὸς κατὰ μέρος δίδωσι καὶ τῷ οὐρανῷ, ὡς δύναται, πανταχοῦ εἶναι: δύναται δὲ τῷ πάντα μετιέναι καὶ ἐπιπορεύεσθαι. ἔστη μὲν γάρ, εἴ που ἑστῶσα ἦν ἡ ψυχή, ἐλθὼν ἐκεῖ: νῦν δέ, ἐπειδὴ πᾶσά ἐστιν αὑτῆς, παντὸς ἐφίεται. τί οὖν; οὐδέποτε τεύξεται; ἢ οὕτως ἀεὶ τυγχάνει, μᾶλλον δὲ αὐτὴ πρὸς αὑτὴν ἄγουσα ἀεὶ ἐν τῷ ἀεὶ ἄγειν ἀεὶ κινεῖ, καὶ οὐκ ἀλλαχοῦ κινοῦσα ἀλλὰ πρὸς αὑτὴν ἐν τῷ αὐτῷ, οὐκ ἐπ̓ εὐθὺ ἀλλὰ κύκλῳ ἄγουσα δίδωσιν αὐτῷ οὗ ἂν ἥκῃ ἐκεῖ ἔχειν αὐτήν. εἰ δὲ μένοι, ὡς ἐκεῖ οὔσης μόνον, οὗ ἕκαστον μένει, στήσεται. εἰ οὖν μὴ ἐκεῖ μόνον ὁπουοῦν, πανταχοῦ οἰσθήσεται καὶ οὐκ ἔξω: κύκλῳ ἄρα.