Enneades

Plotinus

Plotini Enneades, Volumes 1-2. Volkmann, Richard, editor. Leipzig: Teubner, 1883-1884.

τούτου δὴ μείναντος ἄνω τοῦ τοιούτου φωτὸς ἐν ᾧ τέτακται καθαροῦ ἐν καθαρωτάτῳ, τίς ἂν τρόπος ἀπορροῆς ἀπ̓ αὐτοῦ ἂν γένοιτο; οὐ γὰρ δὴ πρὸς τὸ κάτω πέφυκεν ἀπορρεῖν ἡ τοιαύτη φύσις, οὐδ̓ αὖ τί ἐστιν ἐκεῖ τῶν βιαζομένων ὠθεῖν πρὸς τὸ κάτω. πᾶν δὲ σῶμα μετὰ ψυχῆς ἄλλο καὶ οὐ ταὐτόν, οἷον μόνον ἦν: τοιοῦτον δὲ τὸ ἐκεῖ, οὐχ οἷον τὸ μόνον. τό τε γειτονοῦν εἴτε ἀὴρ εἴτε πῦρ εἴη, ἀὴρ μὲν τί ἂν ποιήσειε; πῦρ δὲ οὐδ̓ ἂν ἐναρμόσειε πρὸς τὸ ποιῆσαι, οὐδ̓ ἂν ἐφάψαιτο εἰς τὸ δρᾶσαι: τῇ ῥύμῃ τε γὰρ παραλλάξειεν ἂν πρὶν παθεῖν ἐκεῖνο, ἔλαττόν τε, ἰσχύον τε οὐκ ἴσα τοῖς ἐνθάδε. εἶτα καὶ τὸ ποιῆσαι θερμῆναί ἐστι: δεῖ δὲ τὸ θερμανθησόμενον

1.129
μὴ θερμὸν παῤ αὑτοῦ εἶναι. εἰ δέ τι φθαρήσεται παρὰ πυρός, θερμανθῆναι δεῖ πρότερον αὐτὸ καὶ παρὰ φύσιν αὐτὸ ἐν τῷ θερμαίνεσθαι γίνεσθαι. οὐδὲν δεῖ τοίνυν ἄλλου σώματος τῷ οὐρανῷ, ἵνα μένῃ, οὐδ̓ αὖ, ἵνα κατὰ φύσιν ᾖ ἡ περιφορά: οὐ γάρ πω δέδεικται ἐπ̓ εὐθείας οὖσα ἡ κατὰ φύσιν αὐτῷ φορά: ἢ γὰρ μένειν ἢ περιφέρεσθαι κατὰ φύσιν αὐτοῖς: αἱ δ̓ ἄλλαι βιασθέντων. οὐ τοίνυν οὐδὲ τροφῆς δεῖσθαι φατέον τὰ ἐκεῖ, οὐδὲ ἀπὸ τῶν τῇδε περὶ ἐκείνων ἀποφαντέον οὔτε ψυχὴν τὴν αὐτὴν τὴν συνέχουσαν ἐχόντων οὔτε τὸν αὐτὸν τόπον οὔτε αἰτίας οὔσης ἐκεῖ, δἰ ἣν τὰ τῇδε τρέφεται συγκρίματα ἀεὶ ῥέοντα, τήν τε μεταβολὴν τῶν τῇδε σωμάτων ἀφ̓ αὑτῶν μεταβάλλειν
103
ἄλλης ἐπιστατούσης φύσεως αὐτοῖς, ἣ ὑπ̓ ἀσθενείας οὐκ οἶδε κατέχειν ἐν τῷ εἶναι, μιμεῖται δὲ ἐν τῷ γίγνεσθαι ἢ γεννᾶν τὴν πρὸ αὐτῆς φύσιν. τὸ δὲ μὴ ὡσαύτως πάντη, ὥσπερ τὰ νοητά, εἴρηται.