Vitae Herodotea
Vitae Homeri
Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.
κζ'. Ὅτι δὲ ἦν Αἰολεὺς Ὅμηρος καὶ οὔτε Ἴων οὔτε Δωριεύς, τοῖς τε εἰρημένοις δεδήλωταί μοι καὶ δὴ καὶ τοῖσδε τεκμαίρεσθαι παρέχει. ἄνδρα ποιητὴν τηλικοῦτον εἰκός ἐστι τῶν νομίμων τῶν παρὰ τοῖς ἀνθρώποις ποιοῦντα ἐς τὴν ποίησιν ἤτοι τὰ κάλλιστα ἐξευρόντα ποιέειν ἢ τὰ ἑωυτοῦ, πάτρια ἐόντα. ἤδη τοίνυν τὸ ἐνθένδε αὐτοὶ τῶν ἐπέων ἀκούοντες κρινεῖτε. ἱεροποιΐην γὰρ ἢ τὴν κρατίστην ἐξευρὼν ἐποίησεν ἢ τὴν ἑωυτοῦ πατρίδι προσήκουσαν. λέγει γὰρ ὧδε·
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσσῃ ἐκάλυψαν, δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.ἐν τούτοις ὑπὲρ ὀσφύος οὐδὲν εἴρηται ᾗ ἐς τὰ ἱερὰ χρέονται· μονώτατον γὰρ τῶν Ἑλλήνων τὸ Αἰολικὸν ἔθνος οὐ καίει ὀσφύν. δηλοῖ δὲ καὶ ἐν τοῖσδε τοῖς ἔπεσιν ὅτι Αἰολεὺς ὢν δικαίως τοῖς νόμοις τοῖς τούτων ἐχρῆτο·
καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.Αἰολέες γὰρ μόνοι τὰ σπλάγχνα ἐπὶ πέντε ὀβελῶν ὀπτῶσιν, οἱ δὲ ἄλλοι Ἕλληνες ἐπὶ τριῶν. καὶ γὰρ ὀνομάζουσιν οἱ Αἰολεῖς τὰ πέντε πέμπε.