Versus heroici

Versus heroici

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

V.Plato Phaedr. 252 B λέγουσι δέ, οἶμαι, τινὲς Ὁμηριδῶν ἐκ τῶν ἀποθέτων ἐπῶν δύο ἔπη εἰς τὸν Ἔρωτα, ὧν τὸ ἕτερον ὑβριστικὸν πάνυ καὶ οὐ σφόδρα τι ἔμμετρον· ὑμνοῦσι δὲ ὧδε·

  1. τὸν δʼ ἤτοι θνητοὶ μὲν Ἔρωτα καλοῦσι ποτηνόν,
  2. ἀθάνατοι δὲ Πτέρωτα διὰ πτερόφοιτον ἀνάγκην.
[*](unde hos versus traxerit Plato incertum : hymnum sapere nobis visi sunt C. Q. 1907. 136.)

VI.Aeschines i. § 128 καὶ οὕτως ἐναργές ἐστι καὶ οὐ πεπλασμένον ὃ λέγω ὥσθʼ εὑρήσετε καὶ τοὺς προγόνους φήμης ὡς θεοῦ μεγίστης βωμὸν ἱδρυμένους, καὶ τὸν Ὅμηρον πολλάκις ἐν τῇ Ἰλιάδι λέγοντα πρὸ τοῦ τι τῶν μελλόντων γενέσθαι

φήμη δʼ ἐς στρατὸν ἦλθε.
[*](Dem. Epitaph. 29 v. Iliu pers. IV; Aristoph. Pac. 1282, 1283, 1286, 1287 v. p. 116.)

VII.schol. Τ Ω 420 ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης (fr. 159 Rose) εἰρηκέναι Ὅμηρον
μῦσεν δὲ περὶ βροτόεσσʼ ὠτειλή.
τοῦτο δὲ τὸ ἡμιστίχιον οὐ φέρεται. [*](verissime scholiasta.)

VIII.Ar. de An. I. c. 2. 404 A 25 ὁμοίως δὲ καὶ Ἀναξαγόρας ψυχὴν εἶναι λέγει τὴν κινοῦσαν, καὶ εἴ τις ἄλλος εἴρηκεν ὡς τὸ πᾶν ἐκίνησε νοῦς, οὐ μὴ παντελῶς γʼ ὥσπερ Δημόκριτος (§ 100 Diels). ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν καὶ νοῦν· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον ὡς

Ἕκτωρ κεῖτʼ ἀλλοφρονέων.