Versus heroici

Versus heroici

Homeri Opera. Allen, Thomas W., editor. Oxford: Clarendon Press, 1912.

I, II. Hippocratesπερὶ ἄρθρων ἐμβολῆς 8.

καλῶς γὰρ Ὅμηρος καταμεμάθηκε ὅτι πάντων τῶν προβάτων βόες μάλιστα ἀτονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν καὶ ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. . . . διὰ τοῦτο οὖν ἐποίησεν τάδε τὰ ἔπη·

ὡς δʼ ὁπότʼ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν
ὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθεῖα ποίη φαίνεται.

Mochlicon 5 ὦμος δὲ ἐκπίπτει κάτω· . . . οἷον καὶ βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα . . . τό τε Ὁμήρειον καὶ διότι λεπτότατοι βόες τηνικαῦτα.

III.Plat. Gorg. 516 C οὐκοῦν οἵ γε δίκαιοι ἥμεροι, ὡς ἔφη Ὅμηρος.

IV.Xen. Sympos. viii. 30 καὶ ἐγὼ δέ φημι καὶ Γανυμήδην οὐ σώματος ἀλλὰ ψυχῆς ἕνεκα ὑπὸ Διὸς εἰς Ὄλυμπον ἀνενεχθῆναι. μαρτυρεῖ δὲ τοὔνομα αὐτοῦ· ἔστι μὲν γὰρ δήπου καὶ Ὁμήρῳ

γάνυται δέ τʼ ἀκούων·
τοῦτο δὲ φράζει ὅτι ἥδεται δέ τʼ ἀκούων. ἔστι δὲ καὶ ἄλλοθί που
πυκινὰ φρεσὶ μήδεα εἰδώς·
τοῦτο δʼ αὖ λέγει σοφὰ φρεσὶ βουλεύματα εἰδώς. [*](auctor seu cyclici carminis seu hymni figura ludit etymologica. )