Opticorum recensio Theonis

Euclid

Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.

Ἴσον δὲ ἀεὶ τοῦ ὄμματος ἀπὸ τοῦ κώνου ἀπέχοντος μετεώρου μὲν τοῦ ὄμματος τεθέντος ἔλασσον φαίνεται τοῦ κώνου τὸ ὁρώμενον, ταπεινοτέρου δὲ μεῖζον.

ἔστω γὰρ κώνου κορυφὴ μὲν πρὸς τῷ ∠ σημείῳ, βάσις δὲ ὁ ΒΓ κύκλος, καὶ ἤχθω ἡ ΚΘ παρὰ τὴν Β∠, [*](1. ἐκεβλήσθω, supra scr. Β, V. 3. τὰ ἐπίπεδα] supra scr V, renou. m rec. 5 ἄν] δʼ ἄν V vp. 8 Ζ] postea ins. m. 1 V. 9. Supra παρά (pr.) add ἤτοι παράλληλος m rec. V. Supra παρά (alt.) add. παράλληλος m. rec. V. 10 ΓΚ] in. ras. V. 13 ἐστι p 16. ΚΓ] ΚΝ p 17 τῷ] corr. ex τό m. 1 18 ἄν] corr ex α m 2 V. 25. ὁ] ὁ περὶ τήν V.)

198
καὶ κείσθω τὸ ὄμμα ἐπὶ τοῦ Θ. φημὶ δὴ ἔλασσον ὀφθήσεσθαι τοῦ κώνου τὸ ὁρώμενον τεθέντος τοῦ ὄμματος ἐπὶ τοῦ Θ σημείου ἤπερ ἐπὶ τοῦ Σ ἐπεζεύχθωσαν γὰρ ἀπὸ τοῦ ∠ σημείου ἐπὶ τὰ Θ, Σ σημεῖα αἱ ∠Θ, ∠ Σ καὶ ἐκβεβλήσθωσαν ἐπὶ τὰ Ν, Λ. οὐκοῦν ἐπί τε τοῦ Μ καὶ ἐπὶ τοῦ Λ σημείου τεθέντος τοῦ ὄμματος ἄνισα φαίνεται τὰ ὁρώμενα τοῦ κώνου, καὶ ἔλασσον μὲν φαίνεται τὸ πρὸς τῷ Ν, μεῖζον δὲ τὸ πρὸς τῷ Λ. ἴσον δὲ τὸ μὲν πρὸς τῷ Ν τῷ πρὸς τῷ Θ, τὸ δὲ πρὸς τῷ Λ τῷ πρὸς τῷ Σ, ὡς ἐν τῷ πρὸ αὐτοῦ ἐδείχθη. τοῦ ἄρα ὄμματος πρὸς τῷ Θ σημείῳ ὄντος ἔλασσον φαίνεται τὸ ὁρώμενον τοῦ κώνου ἤπερ πρὸς τῷ Σ.

Ἐν κύκλῳ ἐὰν ἀπὸ τοῦ κέντρου πρὸς ὀρθάς τις ἀχθῇ τῷ τοῦ κύκλου ἐπιπέδῳ, ἐπὶ δὲ ταύτης τεθῇ τὸ ὄμμα, ἴσαι αἱ διάμετροι τοῦ κύκλου φαίνονται.

ἔστω γὰρ κύκλος, οὗ κέντρον τὸ Κ, καὶ ἀπὸ τοῦ Κ πρὸς ὀρθὰς ἀνήχθω τῷ ἐπιπέδῳ τοῦ κύκλου ἡ ΚΒ, τὸ δὲ ὄμμα κείσθω ἐπὶ τοῦ Β, καὶ διάμετροι ἤχθωσαν αἱ ΓΑ, ∠ Ζ. φημὶ δὴ τὴν ΑΓ τῇ ∠Ζ ἴσην φαίνεσθαι. ἐπεζεύχθωσαν γὰρ αἱ ΒΑ, ΒΖ, ΒΓ, Β∠. οὐκοῦν δύο αἱ ΒΚ, Κ δυσὶ ταῖς ΒΚ, ΚΓ ἴσαι εἰσὶν ἑκατέρα [*](2. ὀφθήσεται p, ὠφθήσεται v. ὡρώμενον v, sed corr 3. Σ] om. v. 5. Λ] corr. ex ∠ m. 2 V. 9. τῷ (sec.)] τό v. τῷ (tert.)] τό pv, V, corr m. rec. 10 τῷ Λ τῷ] τὸ Λ τό v. τῷ (tert.)] τό pv 11. τῷ] τό v σημείου v, V, sed. corr. ὄντως v. 12. ἐλάσσων V, sed corr. 15. ἀπὸ τοῦ κέντρου] in ras. m. 1 V. 19 τῷ] τό v. 20. τοῦ] om. p 23. Ante B Κ (alt.) eras. Γ V. ΚΓ] corr. ex Κ∠ m. rec. V.)

200
ἑκατέρᾳ. ἔστι δὲ καὶ ἡ P γωνία τῇ Σ ἴση· ἴση ἄρα καὶ ἡ ΒΖ βάσις τῇ ΒΓ βάσει. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ Β ∠ τῇ ΒΑ ἐστιν ἴση. δύο δὴ αἱ ∠Β, ΒΖ δυσὶ ταῖς ΓΒ, Β Α ἴσαι εἰσίν. ἔστι δὲ καὶ ἡ ∠Ζ τῇ ΓΑ ἴση· γωνία ἄρα ἡ ὑπὸ ∠ΒΖ γωνίᾳ τῇ ὑπὸ ΓΒΑ ἴση ἐστίν. τὰ δὲ ὑπὸ ἴσων γωνιῶν ὁρώμενα ἴσα φαίνεται. ἴση ἄρα ἡ ΓΑ τῇ ∠ Ζ φαί. φαίνεται.