Optica

Euclid

Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.

Ἐάν τινων φερομένων διαφαίνηταί τι μὴ φερόμε νον, δόξει τὸ μὴ φερόμενον εἰς τὰ ὄπισθεν φέρεσθα;

φερέσθω γὰρ τὰ Β, ∠, μενέτω δὲ τὸ Γ, καὶ ἀπ τοῦ ὄμματος προσπιπτέτωσαν ἀκτῖνες αἱ ΖΒ, ΖΓ Ζ οὐκοῦν τὸ μὲν Β φερόμενον ἔγγιον ἔσται τοῦ Γ, δὲ ∠ ἀποχωροῦν πορρώτερον· εἰς τοὐναντίον ἄρ φέρεσθαι δόξει τὸ Γ.

[*](2. τοῦ] τὸ Vat. 4. να΄] om. v, ξβ΄ V, ξ΄ m. 2 Vat. ἀνίσων v. συμπαραφέρηται] συμπαραφέρεται V. 9. τ supra scr. m. 1 Vat. 11. βραδύτατα] βραδότα Vat. τό (pr.))
112

Τοῦ ὄμματος ἔγγιον τοῦ ὁρωμένου προσιόντος δόξει τὸ ὁρώμενον ηὐξῆσθαι.

ὁράσθω γὰρ τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τὸ Ζ κειμένου ὑπὸ τῶν ΖΒ, ΖΓ ἀκτίνων, καὶ μετακείσθω τὸ ὄμμα ἔγγιον τοῦ ΒΓ καὶ ἔστω ἐπὶ τοῦ ∠, καὶ ὁράσθω τὸ αὐτὸ ὑπὸ τῶν ∠Β, ΔΓ ἀκτίνων. οὐκοῦν μείζων ἡ ∠ γωνία τῆς Ζ γωνίας· τὰ δὲ ὑπὸ μείζονος γωνίας ὁρώμενα μείζονα φαίνεται. δόξει ἄρα ηὐξῆσθαι τὸ ΒΓ τοῦ ὄμματος ἐπὶ τοῦ ∠ ὄντος ἤπερ ἐπὶ τοῦ Ζ.