Optica
Euclid
Euclid. Euclidis Opera Omnia, Volume 7. Menge, Heinrich; Heiberg, J.L, editors. Leipzig: Teubner, 1895.
Ἐὰν ἀπὸ τοῦ ὄμματος πρὸς τὴν τοῦ κώνου βάσιν προσπίπτωσιν ἀκτῖνες, ἀπὸ δὲ τῶν προσπιπτουσῶν ἀκτίνων καὶ ἐφαπτομένων ἀπὸ τῶν ἁφῶν εὐθεῖαι ἀχθῶσι διὰ τῆς ἐπιφανείας τοῦ κώνου πρὸς τὴν κορυφὴν αὐτοῦ, διὰ δὲ τῶν ἀχθεισῶν καὶ τῶν ἀπὸ τοῦ ὄμματος πρὸς τὴν βάσιν τοῦ κώνου προσπιπτουσῶν ἐπίπεδα ἐκβληθῇ, ἐπὶ δὲ τῆς συναφῆς αὐτῶν, τουτέστιν ἐπὶ τῆς κοινῆς τομῆς τῶν ἐπιπέδων, τὸ ὄμμα τεθῇ, τὸ ὁρώμενον τοῦ κώνου διὰ παντὸς ἴσον ὀφθήσεται τῆς ὄψεως ἐπὶ παραλλήλου ἐπιπέδου τῷ προϋποκειμένῳ ἐπιπέδῳ ὑπαρχούσης.
ἔστω κῶνος, οὗ βάσις μὲν ὁ ΒΓ κύκλος, κορυφὴ δὲ τὸ Α σημεῖον, ὄμμα δὲ ἔστω τὸ ∠, ἀφ᾿ οὗ προσπιπτέτωσαν ἀκτῖνες αἱ ∠Ζ, ∠Γ, καὶ ἀνήχθωσαν ἀπὸ τῶν συναφῶν τῶν Ζ, Γ πρὸς τὴν κορυφὴν τοῦ κώνου τὴν Α πλευραὶ τοῦ κώνου αἱ ΖΑ, ΓΑ, καὶ ἐκβεβλήσθω τό τε διὰ τῶν ∠Ζ, ΖΑ ἐπίπεδον καὶ τὸ διὰ τῶν Γ∠, ΓΑ. ποιήσει ἄρα τὴν κοινὴν τομὴν εὐθεῖαν. ἔστω ἡ ΑΕ∠. λέγω, ὅτι, ἐὰν ἐπὶ τῆς ΑΕ∠ μετατεθῇ τὸ ὄμμα, τὸ ἴσον τοῦ κώνου ὀφθήσεται, ὅσον καὶ ὑπὸ τῶν ∠Γ, ∠Ζ ἀκτίνων ἐβλέπετο. κείσθω γὰρ ἐπὶ τῆς ΑΕ∠ τὸ ὄμμα τὸ Ε, ἀφ᾿ οὗ προσπιπτέτωσαν ἀκτῖνες πρὸς [*](1. λβ΄] λϛ΄ V, λδ΄ BVat. v. 3. προσπίπτωσιν] προσπιπτ B, προσπιπτέτωσαν v, Vat., corr. m. 2. 4. τῶν] corr. ex τόν v. ἁφῶν] ἐπαφῶν m. 8. κοινῆς] κοινῶν Bv, κοι Vat. 11. ὑπαρ B, Vat., corr. m. 2; ὑπάρχουσα v. 13. κῶνος] comp. B, κῶνον v. 14. προσπιπτέτ B. 15. ∠Ζ, ∠Γ] ∠Γ, ∠Ζ BVat. v. ∠Γ] corr. ex ∠Ν V. 18 ΖΑ] om. Bv, m. 2 Vat. Γ∠] ∠Γ BVat. v. 19. ποιείσει v. εὐθεῖαν] εὐθν BVat., εὐθεῖα v. 20. ἐπί] corr. ex ἐπεί m. τῆς] τ)
Πάλιν δέ γε τοῦ ὄμματος μετατεθέντος ἀπὸ τοῦ ταπεινοῦ μετεώρου μὲν τοῦ ὄμματος τεθέντος μεῖζον μὲν ἔσται τοῦ κώνου τὸ ὁρώμενον, δόξει δὲ ἔλασσον φαίνεσθαι, ταπεινοτέρου δὲ ἔλασσον μὲν ἔσται, δόξει δὲ μεῖζον φαίνεσθαι.
ἔστω κῶνος, οὗ βάσις μὲν ὁ ΒΓ κύκλος, κορυφὴ δὲ τὸ Α σημεῖον, καὶ ἔστωσαν αἱ πλευραὶ τοῦ κώνου αἱ ΒΑ, ΑΓ. ἐπεζεύχθω ἡ ΒΓ, καὶ προσεκβεβλήσθω τῇ ΒΓ ἡ ΒΗ, καὶ ἤχθω διὰ τοῦ τυχόντος τοῦ Θ σημείου τῇ ΑΒ παράλληλος ἡ ΘΚ. λέγω, ὅτι μεῖζον μὲν ἔσται, ἔλασσον δὲ ὀφθήσεται τοῦ κώνου τὸ ὁρώμενον τοῦ ὄμματος τεθέντος ἐπὶ τοῦ Θ σημείου ἤπερ [*](3. φαίρονται v. ἐκτός] ν supra scr. m. 2 V, ἐντός B Vat.1 m. 4. Α ΑΖ] corr. ex ΑΓΖ m. 2 V, mut. in ΑΓΖ m. 2 Vat., ΑΓ, ΖΑ Vat.1. κλαισθήσονται v. 8. Post ἄν del. αἱ m. τῆς] τοῦ Vat., τήν v. 9. περιε Vat., περιέχει v. 10. εἴπερ] mut. in ὅπερ m. 2 Vat., ὅπερ Vm. ἔλαττον Vat. v. δέ] ἄρα v. 13. λγ΄] λζ΄ V, λε΄ Vat. v. 14. μετα-)