Oratio ad Graecos

Tatianus

Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851

Γεγόνασιν Ἀργείων βασιλεῖς οἵδε· Ἴναχος, Φορωνεύς, Ἆπις, Κρίασις, Τριόπας, Ἀργεῖος, Φόρβας, Κροτώπας, Σθενέλαος, Δαναός, Λυγκεύς, Προῖτος, Ἄβας, Ἀκρίσιος, Περσεύς, Σθενέλαος, Εὐρυσθεύς, Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, οὗ κατὰ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς βασιλείας Ἴλιον ἑάλω.Καὶ χρὴ τὸν νουνεχῆ συνεῖναι μετὰ πάσης ἀκριβείας ὅτι κατὰ τὴν Ἑλλήνων παράδοσιν οὐδ᾿ ἱστορίας τις ἦν παρ᾿ αὐτοῖς ἀναγραφή. Κάδμος γάρ, ὁ τὰ στοιχεῖα τοῖς προειρημένοις παραδούς, μετὰ πολλὰς γενεὰς τῆς Βοιωτίας ἐπέβη. Μετὰ δὲ Ἴναχον ἐπὶ Φορωνέως μόγις τοῦ θηριώδους βίου καὶ νομάδος περιγραφὴ γέγονεν, μετεκοσμήθησάν τε οἱ ἄνθρωποι. Διόπερ εἰ κατὰ

v.2.p.150
Ἴναχον πέφηνεν ὁ Μωυσῆς γεγονώς, πρεσβύτερός ἐστι τῶν Ἰλιακῶν ἔτεσι τετρακοσίοις. Ἀποδείκνυται δὲ τοῦθ᾿ οὕτως ἔχον ἀπό [τε] τῆς τῶν Ἀττικῶν βασιλέων διαδοχῆς [καὶ Μακεδονικῶν καὶ Πτολεμαϊκῶν, ἔτι δὲ καὶ Ἀντιοχικῶν]. Ὅθεν εἰ μετὰ τὸν Ἴναχον αἱ διαφανέστεραι πράξεις παρ᾿ Ἕλλησιν ἀνεγράφησάν τε καὶ γινώσκονται, δῆλον ὡς καὶ μετὰ Μωυσέα. Κατὰ γὰρ Φορωνέα, τὸν μετ᾿ Ἴναχον, μνημονεύεται παρ᾿ Ἀθηναίοις Ὤγυγος, ἐφ᾿ οὗ κατακλυσμὸς ὁ πρῶτος· κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ᾿ οὗ καὶ Ἀκταία ἡ Ἀττική· κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἐπιμηθεὺς καὶ Ἄτλας καὶ ὁ διφυὴς Κέκροψ καὶ ἡ Ἰώ· κατὰ δὲ Κροτώπαν ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία· κατὰ δὲ Σθένελον ἥ τε
v.2.p.152
Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις ἥ τε ἐκ Φοινίκης τῆς Εὐρώπης εἰς τὴν Κρήτην ἀνακομιδή· κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις καὶ ἡ Τριπτολέμου γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε ἡ βασιλεία· κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος· κατὰ δὲ Ἀκρίσιον ἡ Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς τὰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ, αἵ τε Περσέως καὶ Διονύσου πράξεις, καὶ Ὀρφέως μαθητὴς Μουσαῖος· κατὰ δὲ τὴν Ἀγαμέμνονος βασιλείαν ἑάλω τὸ Ἴλιον.

Οὐκοῦν πέφηνε Μωυσῆς ἀπό γε τῶν προειρημένων πρεσβύτερος ἡρώων παλαιῶν, πολέμων, δαιμόνων. Καὶ χρὴ τῷ πρεσβεύοντι κατὰ τὴν ἡλικίαν πιστεύειν, ἤπερ τοῖς ἀπὸ τῆς πηγῆς ἀρυσαμένοις Ἕλλησιν οὐ κατ᾿ ἐπίγνωσιν τὰ ἐκείνου δόγματα· πολλοὶ γὰρ οἱ κατ᾿ αὐτοὺς σοφισταί, κεχρημένοι περιεργίᾳ, τὰ ὅσα παρὰ τῶν κατὰ Μωυσέα καὶ τῶν ὁμοίως αὐτῷ φιλοσοφούντων

v.2.p.154
ἔγνωσαν καὶ παραχαράττειν ἐπειράθησαν, πρῶτον μὲν ἵνα τι λέγειν ἴδιον νομισθῶσι, δεύτερον δὲ ὅπως, τὰ ὅσα μὴ συνίεσαν διά τινος ἐπιπλάστου ῥητολογίας παρακαλύπτοντες, ὡς μυθολογίαν τὴν ἀλήθειαν παραπρεσβεύωσι.Περὶ μὲν οὖν τῆς καθ᾿ ἡμᾶς πολιτείας, ἱστορίας τε τῆς κατὰ τοὺς ἡμετέρους νόμους, ὅσα τε εἰρήκασιν οἱ παρὰ τοῖς Ἕλλησιν λόγιοι καὶ πόσοι καὶ τίνες εἰσὶ μνημονεύσαντες, ἐν τῷ πρὸς τοὺς ἀποφηναμένους τὰ περὶ θεοῦ δειχθήσεται.