Oratio ad Graecos
Tatianus
Tatianus. Oratio ad Graecos (Corpus apologetarum Christianorum saeculi secundi, Volume 6) Otto, Johann, editor. Jena: Mauke, 1851
Μετὰ δὲ τοὺς Χαλδαίους τὰ Φοινίκων οὕτως ἔχει. Γεγόνασιν παρ᾿ αὐτοῖς τρεῖς ἄνδρες, Θεόδοτος, Ὑψικράτης, Μῶχος· τούτων τὰς βίβλους εἰς ἑλληνίδα κατέταξεν φωνὴν Χαῖτος, ὁ καὶ τοὺς βίους τῶν φιλοσόφων ἐπ᾿ ἀκριβὲς πραγματευσάμενος. Ἐν δὲ ταῖς τῶν προειρημένων δηλοῦται ἱστορίαις κατά τινα τῶν βασιλέων Εὐρώπης ἁρπαγὴν γεγονέναι, Μενελάου τε εἰς τὴν Φοινίκην ἄφιξις, καὶ τὰ περὶ Χείραμον, ὅστις Σολομῶνι τῷ Ἰουδαίων βασιλεῖ πρὸς γάμον δοὺς τὴν θυγατέρα καὶ ξύλων παντοδαπῶν ὕλην εἰς τὴν τοῦ ναοῦ κατασκευὴν ἐδωρήσατο. Καὶ Μένανδρος δὲ ὁ Περγαμηνὸς περὶ τῶν αὐτῶν τὴν ἀναγραφὴν ἐποιήσατο.Τοῦ δὲ Χειράμου ὁ χρόνος ἤδη που τοῖς Ἰλιακοῖς ἐγγίζει· Σολομὼν δὲ ὁ κατὰ Χείραμον πολὺ κατώτερός ἐστι τῆς Μωυσέως ἡλικίας.
Αἰγυπτίων δέ εἰσιν αἱ ἐπ᾿ ἀκριβὲς χρόνων ἀναγραφαί· καὶ τῶν κατ᾿ αὐτοὺς πραγμάτων ἑρμηνεύς ἐστι Πτολεμαῖος, οὐχ ὁ βασιλεύς, ἱερεὺς δὲ Μένδητος. Οὗτος τὰς τῶν βασιλέων πράξεις ἐκτιθέμενος κατ᾿ Ἄμωσιν βασιλέα Αἰγύπτου γεγονέναι Ἰουδαίοις φησὶ τὴν ἐξ Αἰγύπτου πορείαν, εἰς ἅπερ ἦλθον χωρία, Μωυσέως ἡγουμένου. Λέγει δὲ οὕτως· Ὁ δὲ Ἄμωσις ἐγένετο κατ᾿ Ἴναχον βασιλέα. Μετὰ δὲ τοῦτον Ἀπίων ὁ γραμματικός, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί) πολλὰ μὲν καὶ ἄλλα, φησὶ δὲ ὅτι Κατέσκαψε τὴν Αὔαριν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.