Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1)

Vitae Aesopi

Vitae Aesopi. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

μετὰ δʼ οὐ πολύν χρόνον καὶ γράμ- ματα παρὰ Κροίσου τοῦ Λυδῶν βασιλέως ἥκει Σα- μίοις κελεύοντα τὸ ἀπὸ τοῦδε φόρους αὐτῷ πα- ρέχειν, εἰ δὲ μὴ πείθοιντο, πρὸς μάχην ἑτοίμους εἶναι. ἐβουλεύσαντο μὲν οὖν ἅπαντες — ἔδεισαν γὰρ ὑπήκοοι γενέσθαι τῷ Κροίσῳ — συνοῖσον εἶναι μέντοι καὶ Αἴσωπον ἐρωτῆσαι. κἀκεῖνος ἐρωτηθεὶς εἶπε· „τῶν ἀρχόντων ὑμῶν γνώμην δεδωκότων εἰς φόρου ἀπαγωγὴν ὑπακούειν τῷ βασιλεῖ, συμβου- λὴν μὲν οὐδʼ ὥς, λόγον δὲ ἐρῶ ὑμῖν, καὶ εἴσεσθε τὸ συμφέρον. ἡ τύχη δύο ὁδούς ἔδειξεν ἐν τῷ βίῳ, θατέραν μὲν ἐλευθερίας, ἧς ἡ μὲν ἀρχὴ δύσβατος, τὸ δὲ τέλος ὁμαλόν· θατέραν δὲ δου- λείας, ἧς ἡ μὲν ἀρχὴ εὐπετής τε καὶ βάσιμος, τὸ δὲ τέλος ἐπώδυνον.“ ταῦτα ἀκούσαντες οἱ Σά- μιοι, ἀνεβόησαν· „ἡμεῖς ἐλεύθεροι ὄντες ἑκόντες οὐ γινόμεθα δοῦλοι“, καὶ τὸν πρεσβευτὴν οὐ σὺν εἰρήνῃ ἀπέπεμψαν. ὁ μὲν οὖν Κροῖσος ταῦτα μα- θών, ἐβούλετο πόλεμον κατὰ Σαμίων κινεῖν, ὁ δὲ [*](p. 72 b.) [*](1 πολλὺν D χρόνων P καὶ om. Φ 2 κρόισων P τοῦ] τῶν Q ἤκι P 3 τοαποτοῦδε V M, τοαπο- τοῦδῃ D et τοαποτουδε Q erasis accentibus et spiritibus 4 πύθοιντο Q πείθειντο E πείθοντο ἕτοιμος A, corr. A 2 5 οὖν] γὰρ Φ, om. E H post ἄπαντες add. in mar- gine φόρους δοῦναι τῶ βασιλεῖ Q 2 ἔδησαν P γὰρ δ᾿ Φ 6 μέντοι εἶναι Z v; εἶναι om. Q 7 καὶ] καὶ τὸν Q εἶπεν M 8 in Q ὑμῶν m. pr. fecit ex ἡμῶν. ἡμῶν (D K) Z v φόρων φόρον R 9 μὲν in A add. A 2) [*](10 οὐδʼ ὣς,] fortasse οὐδαμῶς. —οὖδῶς P (δ corr. ex ν) οὐ δίδωμι Q δὲ om. Φ εἴσεσθε Z, l. ε extrema e corr. τὸ] τὸν A. 12 θατέρας 14 τε om. Q 15 ἀκου- σαντὲ Q ς Q 2 17 οὑγυνόμεθα P 18 ante ἀπέπ. in F deletum ἀπέψ 19 ἐβούλετο V: ἐβουλεύετο M R Q Φ (ἐβου- λέβετο P); ἐβουλεύετο D, κα D 2; ἐβουλεύσατο H E K Z v κινῆσαι Φ)

282
πρεσβευτὴς ἀνήνεγκεν, ὡς οὐκ ἂν δυνηθείη Σα- μίους ὑπὸ χεῖρα λαβεῖν, Αἰσώπου παρʼ αὐτοῖς ὄντος, καὶ γνώμας ὑποτιθέντος. „δύνῃ δὲ μᾶλλον,“ εἶπεν „ὦ βασιλεῦ, πρέσβεις ἀποστείλας ἐξαιτῆσαι παρʼ αὐτῶν Αἴσωπον, ὑποσχόμενος αὐτοῖς ἀντʼ αὐτοῦ χάριτας ἄλλας τε δώσειν, καὶ λύσιν τῶν ἐπιταττομένων φόρων. καὶ τότε τάχα οἷός τε ἔσῃ τούτων περιγενέσθαι.“ καὶ ὁ μὲν Κροῖσος κατὰ ταῦτα πρεσβευτὴν ἀποστείλας, ἔκδοτον ᾔτει τὸν Αἴσωπον. Σάμιοι δὲ τοῦτον ἐκδόσθαι γνώμης ἐγένοντο. Αἴσωπος δὲ τοῦτο μαθών, ἐν μέσῳ τε τῆς ἀγορᾶς ἔστη καὶ φησίν· ,,ἄνδρες Σάμιοι, κἀγώ μὲν περὶ πολλοῦ ποιοῦμαι παρὰ τούς πόδας ἀφικέ- σθαι τοῦ βασιλέως· ἐθέλω δὲ ὑμῖν ἕνα μῦθον εἰπεῖν. καθʼ ὃν χρόνον ὁμόφωνα ἦν τὰ ζῶα, πόλεμον οἱ λύκοι τοῖς προβάτοις συνῆψαν. τῶν δὲ κυνῶν συμ μαχούντων τοῖς θρέμμασι καὶ τούς λύκους ἀποσο- βούντων, οἱ λύκοι πρεσβευτὴν ἀποστείλαντες, ἔφα- σαν τοῖς πρόβασιν, εἰ βούλοιντο βιοῦν ἐν εἰρήνῃ [*](1 ἀνήγγελεν Q σαμίους om. Φ 3 γνῶμοις P ὑποτιθέντες Φ δύνῃ] εἰ δύνῃ Q 4 ὦ βασιλεῦ εἷπε Φ, (erasa l. ν); ἀποστείλας in Z factum ex ἀπὸστειλας ἐξαίτησαι eraso qui in η erat accentu circumflexo 5 αὐ- τοῖς post δώσειν conlocat Φ 6 ἄλλάς τε R P λύσειν M) [*](7 ἐπιτεταμένων Q ἐπιτομένων m. pr. οἷος τε M R Z H E οἷος τὲ οἷος τ᾿ Q D 8 περιγεναίσθαι P 9 ταὐτὰ P τὰ αὐτὰ A. πρέσβεις Φ ἤττει P 10 ἐκ- δόσθε P 11 ἐγέντο (τ pro erasa l. ε) m. pr. Q, ἐγίνοντο R) [*](τοῦτο] τούτον P τε] δὲ K Z a b 1530 (om. b 1534, 1543, Neuel.) τὲ 4 E H Q 12 φησί Φ E φησιν (corr. ex φηση) ταῦτα Z σάμοιοι P κἀγώ] μᾶλλον Φ 13 περι- πολλοῦ R P, D (extrito acc. granui) 14 θέλω V 15 ὁμό- φρονα ἤγουν ὁμόφωνα 16 λῦκοι D 18 λύκοι corr. ex λάκοι P 18 ἔφησαν Φ, ἔφασαν H sed α in ras. 19 προβάτοις Φ βούλοντο P)
283
καὶ μηδένα πόλεμον ὑποπτεύειν, τούς κύνας αὐτοῖς ἐκδοῦναι. τῶν δὲ προβάτων ὑπ’ ἀνοίας πεισθέν- των καὶ τοὺς κύνας ἐκδεδωκότων, οἱ λύκοι τούς τε κύνας διεσπάραξαν καὶ τὰ πρόβατα ῥᾶστα διέφθει- ραν.“ οἱ Σάμιοι τοίνυν τὸ τοῦ μύθου βούλημα συννοήσαντες, ὥρμησαν μὲν παρʼ ἑαυτοῖς κατασχεῖν τὸν Αἴσωπον. ὃ δὲ οὐκ ἠνέσχετο, ἀλλὰ τῷ πρεσβευτῇ συναποπλεύσας, πρὸς Κροῖσον ἀπῄει. ἀφικομένων δʼ αὐτῶν εἰς Λυδίαν, ὁ βασιλεύς ἐπίπροσθεν αὐτοῦ στάντα τὸν Αἴσωπον θεασάμενος, ἠγανάκτησε λέγων· „ἴδε ποταπὸν ἀνθρώπιον ἐμποδών μοι γέγονε νῆσον ὑποτάξαι τοσαύτην;“ καὶ ὁ Αἴσωπος· „μέγιστε βα- [*](p. 74 b.) σιλεῦ, οὐ βίᾳ οὐδʼ ἀνάγκῃ πρὸς σὲ παρεγενόμην, ἀλλʼ αὐθαίρετος πάρειμι. ἀνάσχου δέ μου μικρὸν ἀκοῦσαι. ἀνήρ τις ἀκρίδας συλλέγων καὶ ἀποκτιν- νύς, εἶλε καὶ τέττιγα. ἐπεὶ δὲ κἀκεῖνον ἠβούλετο κτεῖναι, φησὶν ὁ τέττιξ· ,,ἄνθρωπε, μὴ με μάτην ἀνέλῃς. ἐγὼ γὰρ οὔτε στάχυν βλάπτω, οὐτʼ ἄλλο τι [*](1 μὴδένα H 2 ὑπʼ ἀνοίας om. R 3 τούς τε corr. D ex τοὺς 4 τὰ πρόβ. . . . τοίνυν in marg. suppl. Z διέφθηραν P 6 συνοήσαντες V R P, pars edd. μὲν] μὴ E H 8 συναποβλέψας Φ 10 ἠγανάκτει V 11 πο- ταπὸν] πον in ras. Q; ποταπῶν P ποταμόν a, ποταπόν μοι Q (altero pr. μοι 11 non omisso) ἄνθρωπίον D inter μοι et γέγονε in Z λέγεται est deletum νῆσον om. A 1 suppl. A 2 inter νῆσ et ον in littera erasa 12 ὑπο- τᾶξαι μέγισται P 13 οὐδʼ V: οὐδὲ ceteri προσὲ P πρὸς σε Z πρὸς σε uel πρός σε edd. παραγενόμην E H παρα- γενομένων· ἀλαυθαίρετος P 14 αὔθέρετος K πάρημι V ἀνέσχου A, ἀνάσχου M sed ά ut uidetur e corr. μου om. V 15 ἀποκτιννὺς M D H Φ F Z a: ἀποκτείνεις V m. pr. ἀποκτινὺς l. ι facta ex ει E ἀποκτιννὺς K ἀποκτεινὺς Q b, ἀποκτα- νὺς R 16 τέττιγα] P in marg. γρ. τινά ἠβούλετο V m. pr. in marg., in serie uerborum εἴλετο, ἐβούλετο Q 18 στά- χυς V βλάπτιω erasa l. ν D ἄλλό τι M D E H, Q V R J (coniunctis uu.), ἀλλότι P ἄλλοτι F Z v)
284
τῶν ἀπάντων σε ἀδικῶ, τῇ κινήσει δὲ τῶν ἐν ἐμοὶ ὑμένων ἡδὺ φθέγγομαι, τέρπων τούς ὁδοιπόρους. φωνῆς οὖν παρʼ ἐμοὶ πλέον οὐδὲν εὑρήσεις.“ κἀκεῖ- νος ταῦτα ἀκούσας, ἀφῆκεν ἀπιέναι. κἀγὼ γοῦν, ὦ βασιλεῦ, τῶν σῶν ποδῶν ἅπτομαι, μή με εἰκῆ φο- νεύσῃς. οὐδὲ γὰρ οἷός τʼ εἰμὶ ἀδικῆσοι τινα, ἐν εὐτελείᾳ δὲ σώματος γενναῖον φθέγγομαι λόγον.“ ὁ δὲ βασιλεύς θαυμάσας ἅμα καὶ οἰκτείρας αὐτόν, ἔφη· ,,Αἴσωπε, οὔκουν ἐγώ σοι δίδωμι τὸ ζῆν, ἀλλʼ ἡ μοῖρα. ὃ γοῦν θέλεις, αἴτει καὶ λήψῃ.“ καὶ ὅς· „δέομαί σου, βασιλεῦ, διαλλάγηθι Σαμίοις“. τοῦ δὲ βασιλέως εἰπόντος „διήλλαγμαι“, πεσὼν ἐκεῖνος ἐπὶ τὴν γῆν, χάριτάς τε αὐτῷ ὡμολόγει, καὶ μετὰ τοῦτο τούς οἰκείους συγγραψάμενος μύθους, τούς καὶ μέχρι νῦν φερομένους, παρὰ τῷ βασιλεῖ κατέλιπε. δεξάμενος δὲ παρʼ αὐτοῦ γράμματα πρὸς Σαμίους, ὡς ἕνεκεν Αἰσώπου τούτοις διήλλακται, καὶ δῶρα πολλά, πλεύσας ἐπανῆλθεν εἰς Σάμον. οἱ μὲν οὖν Σάμιοι τοῦτον ἰδόντες, στέμματά τε αὐτῷ προσή- νεγκαν καὶ χορούς ἐπʼ αὐτῷ συνεστήσαντο. ὃ δʼ [*](1 σε om. Q, σὲ ἐνεμοὶ P H a; in D ἐν add. D 2 3 παρεμοὶ Q ut saeσ οὐδὲν πλέον Q εὐρήσης P 4 γοῦν] οὖν R 5 τῶν ποδῶν σῶν J ἅπτ. πρδῶν R φωνεύσης F 6 γάρ om. A. οἷοστʼ Q R Z οἷ ὄς τι μὶ P) [*](τίνα A in marg. γρ. τί, τί P 7 εὐτελία P 8 οἰκτή- ρας F αὐτὸν] αὐτοῦ E H 9 οὐκοῦν Z 10 μίρα V) [*](ὁ P θέλοις P λήψει D K 12 βασιλελέως P διήλλαγμαι] αι 2 in rasura 13 τῆς γῆς Q ὡμολόγει factum in D ex ὁμ., in K ex ὀμ.; ὁμολόγει P μετατοῦ- το M 14 οἰκίους Z συγκρ. P καὶ μέχρι νῦν M V, R (νυν), Φ D καὶ μέχρι καὶ νῦν E H (ante μέχρι in H dele- tum νῦν) μέχρι καὶ νῦν F J K Z v μέχρι νῦν (om. u. καὶ)) [*](16 δεεξάμενος δὲ om. 17 διήλακται D διήλ- λεκται R 18 οὖν om. Z 19 ἰδόντες] ες Z in ras. ma- iore; ἰδοντες R D τε om. A. Z)
285
αὐτοῖς τά τε τοῦ βασιλέως ἀνέγνω γράμματα, καὶ ἀπέδειξεν ὡς τὴν εἰς αὐτὸν γενομένην παρὰ τοῦ δήμου ἐλευθερίαν ἐλευθερίᾳ πάλιν ἠμείψατο.

Μετὰ δὲ τοῦτο τῆς νήσου ἀπάρας, περιῄει τὴν οἰκουμένην, τοῖς ἀπανταχοῦ τῶν φιλοσόφων διαλεγό-[*](p. 76 b.) μένος. ἀφικόμενος δὲ καὶ πρὸς Βαβυλῶνα καὶ τὴν ἑαυτοῦ σοφίαν ἐπιδειξάμενος, μέγας παρὰ τῷ βασι- λεῖ Λυκήρῳ ἐγένετο. κατʼ ἐκείνους γὰρ τοὺς χρό- νους οἱ βασιλεῖς πρὸς ἀλλήλους εἰρήνην ἔχοντες, καὶ τέρψεως χάριν προβλήματα τῶν σοφιστικῶν πρὸς ἀλλήλους γράφοντες ἔπεμπον. ἅπερ οἱ μὲν ἐπιλυό- μενοι φόρους ἐπὶ ῥητοῖς πρὸς τῶν πεμπόντων ἐλάμ- βανον· εἰ δὲ μὴ, τοὺς ἴσους παρεῖχον. ὁ τοίνυν Αἴσωπος τὰ πεμπόμενα τῶν προβλημάτων Λυκήρῳ συνὼν ἐπέλυε, καὶ εὐδοκιμεῖν ἐποίει τὸν βασιλέα. καὶ αὐτὸς δὲ διὰ Λυκήρου ἕτερα τοῖς βασιλεῦσιν ἀντέπεμπεν, ὧν ἀλύτων μενόντων, φόρους ὁ βασι- λεύς ὅτι πλείστους εἰσέπραττεν.