Vita Aesopi Pl vel Accursiana (sub auctore Maximo Planude) (recensio 1)

Vitae Aesopi

Vitae Aesopi. Fabulae romanenses Graece conscriptae, Volume 1. Eberhard, Alfred, editor. Leipzig: Teubner, 1872.

Καὶ μεθʼ ἡμέρας πάλιν τινὰς, ὁ Ξάνθος ἑπομένου τοῦ Αἰσώπου πρὸς τὰ μνήματα παρεγένετο, καὶ ἃ ἐν ταῖς λάρναξιν ἐπιγράμματα ἦν ἀναγινώσκων, ἑαυτὸν ἔτερπε. τοῦ δʼ Αἰσώπου ἔν τινι τούτων ἐγκεχαραγμένα στοιχεῖα ταῦτα ἰδόντος, α. β. δ. ο. ε. θ. χ., ἐπιδείξαντός τε τῷ Ξάνθῳ καὶ ἐρομένου εἰ [*](p. 64 b.) ἄρα ταῦτα εἰδείη, ἐπιμελῶς ἐκεῖνος σκεψάμενος, οὐχ οἷός τʼ ἐγένετο τὴν τούτων εὑρεῖν διασάφησιν, καὶ ὡμολόγησεν ἀπορῆσαι τοῖς ὅλοις. καὶ ὁ Αἴσωπος· „εἰ διὰ ταύτης τῆς στήλης, ὦ δέσποτα, θησαυρὸν ὑποδείξω σοι, τίνι με ἀμείψῃ;“ καὶ ὅς· „θάρσει· λήψῃ γὰρ τὴν ἐλευθερίαν σου καὶ τὸ ἥμισυ τοῦ χρυσίου.“ τότε ὁ Αἴσωπος ἀποσχών τῆς στήλης βήματα τέτταρα καὶ ὀρύξας, ἀνέλαβέ τε τὸν θησαυ- ρὸν καὶ ἤνεγκε τῷ δεσπότῃ, λέγων· „δός μοι τὴν ἐπαγγελίαν, διʼ ἧς εὗρες τὸν θησαυρόν“. καὶ ὁ Ξάνθος· ,,οὐχ ὅσα κἀμὲ εἰδέναι, εἰ μὴ καὶ τὸν νοῦν τῶν στοιχείων μοι φράσεις. τὸ γὰρ μαθεῖν τοῦτο πολὺ τοῦ εὑρήματος ἐμοὶ τιμιώτερον“. καὶ ὁ Αἴσω- πος· „ὁ τὸν θησαυρὸν κατορύξας ἐνταῦθα ὡς σοφὸς ἀνὴρ τὰ στοιχεῖα διεχάραξε ταῦτα, ἃ καὶ φησίν· α, [*](1 μεθημέρας 2 παρεγένοντο Φ 3 ἁ E τοῖς V cf. Jacobs Ach. Tat. 600 λάρναξι γράμματα Φ 4 ἔτερπεν M D δ᾿] δὲ Φ 5 ἐγγεχαραγμένα P, κεχα- ραγμένα ταῦτα] ταύ P in uersu extremo ἀ. β. γ. δ. ε in Q postea adiecit m. pr., ο in D D 3 6 ἐρωμένου R P E H 7 ἆρα P E H εἰδείη] εί fecit ex οι D 1; εἰδήει E H) [*](ἐκεῖνος om, Q οὐχ᾿ H 8 οἷός τε Q οἷος τʼ M D H E K οἶ ός τεγένετο P δι ἀς άφησιν P 9 ὁμολ. P 11 ἀποδείξω Q ἀμείψει D 12 λήψει V σου in A add. A 2 τὸ om. P ἤμεισυ P ἵμισυ b 1530 13 post χρυσίου in P deletum σου, K in marg. χρυσίον 14 τέτταρα M H: τέσσαρα V R Q D Φ E K Z v ἀνέλαβε corr. ex ἀνέ- βαλε A τε τὸν] τόν τε Φ 17 οὐχʼ E H 18 φράσῃς P K Z v 20 ὡς) ὁς P 21 τὰ om. R καὶ] δὴ? φησὶ V R E H)

276
ἀποβάς· β, βήματα· δ, τέτταρα· ο, ὀρύξας· ε, εὑρή- σεις· θ, θησαυρόν χ, χρυσίου.“ καὶ ὁ Ξάνθος· „ἐπει- δήπερ οὕτως ἐπήβολος εἶ καὶ πανοῦργος, οὐ λήψῃ σου τὴν ἐλευθερίαν“. καὶ ὁ Αἴσωπος· „ἀναγγελῶ δοθῆναι, ὦ δέσποτα, τὸ χρυσίον τῷ βασιλεῖ Βυζαν- τίων. ἐκείνῳ γὰρ τεταμίευται“. καὶ ὁ Ξάνθος· „πόθεν τοῦτʼ οἶσθα“; κἀκεῖνος· „ἐκ τῶν στοιχείων. τοῦτο γάρ φησιν· α, ἀπόδος· β, βασιλεῖ· δ, Διονυ- σίῳ· ο, ὅν· ε, εὗρες· θ, θησαυρόν· χ, χρυσίου. καὶ ὁ Ξάνθος τοῦ βασιλέως ἀκούσας εἶναι τὸ χρυ- σίον, τῷ Αἰσώπῳ ἔφη· „λαβὼν τὸ ἥμισυ τοῦ ἑρ- μαίου, ἡσύχασον“. κἀνεῖνος· ,,οὐ σύ μοι νῦν τοῦτο παρέχεις, ἀλλ᾿ ὁ τὸ χρυσίον ἐνταυθὶ κατορύξας. καὶ ὅπως, ἄκουσον. τοῦτο γὰρ λέγει τὰ γράμματα· α, ἀνελόμενοι· β, βαδίσαντες· δ, διέλεσθε· ο, ὅν· ε, [*](1 τέσσαρα V R Φ K Z v ὀρύξας] ὀξέως Φ (ὁξ. P) εὑρήσας b (praeter Neuelet.) 2 καὶ ὁ ξάνθος bis K ἐπείπερ A. ἐπήπερ P ἐπιδήπερ 3 οὗτος D ἐπίβολος b 1530. 1534, ἐπήβουλος E H ἐπίβουλος V, b 1547, ed. Nepel.) [*](λήψει E 4 καὶ ὁ αἴσ. om. Φ 5 δοθῆναι φησὶν ὠ Φ τὸ χρυσίον om. Φ Q 7 τοῦτ οἶσθα M D Q A E, Z (post α littera erasa), K v: τοῦτο οἶσθα P τοῦτο οἷδας V κἀκεῖνος om. Φ 8 τοῦτο factum ex τούτω in D, τούτω P) [*](φην Q, σὲ Q 2; φασὶν A E φακήν P 9 ε intra lineas in M suppleuit M 1, in A A 2, om. E H Z K a θ in K postea add. m. pr. 10 ἀκούσας post τοῦ β. conlocant V M R Q D, ante τ. β. H E K Z v, post τὸ χρυσίον Φ (τ. β. ε. τὸ χ. ἀκ.);) [*](εἶναι om. Q 11 ἔφη τῶ αἰσ. Q, τῷ αἰσ. om. 12 κἀκεῖνος om. add. Q 2 νῦν μοι V τού P 13 περέχεις A. ὅ R τὸ om. Z v χρησίον a ἐν- ταυθὶ V 1 mutauit in ἐνταυθοῖ; ἐνταῦθα Φ; ceteri ἐνταυθοῖ, in E H factum ex ἐνταῦθα 14 γὰρ] καὶ b 15 ἀνελό- μένοι K βαδίσαντες] σ ex ζ in A fecit A 2 δι ἔλέσθαι P ε M Q D Φ, Z (ex corr.?) b: om. V R E H K a )
277
εὕρετε· θ, θησαυρόν· χ, χρυσίου.“ καὶ ὁ Ξάνθος „δεῦρο“ φησίν εἰς τὴν οἰκίαν, ὡς ἂν καὶ τὸν θη- [*](p. 66 b.) σαυρὸν διελώμεθα, καὶ σὺ τὴν ἐλευθερίαν ἀπολά- βῃς“. ἐλθόντων οὖν, ὁ Ξάνθος φοβούμενος τὸ τοῦ Αἰσώπου λάλον, εἰς εἰρκτὴν αὐτὸν ἐκέλευσεν ἐμβλη- θῆναι. καὶ ὁ Αἴσωπος ἀπαγόμενος „τοιαῦται“ φησίν „εἰσὶν αἱ ὑποσχέσεις τῶν φιλοσόφων; οὐχ ὅτι γὰρ οὐκ ἀ πολαμβάνω μου τὴν ἐλευθερίαν, ἀλλὰ καὶ εἰς δεσμ ωτήριον κελεύεις βληθῆναί με.“ ὁ μὲν οὖν Ξάν- θος ἐκέλευσεν αὐτὸν ἀπολυθῆναι, καὶ πρὸς αὐτὸν ἔφη ,πάνυ καλῶς φὴς, ἵνʼ ἐλευθερίας τυχών, σφο- δρότερός μου γένῃ κατήγορος“. ὁ δὲ Αἴσωπος εἶπεν· „ὅτι ποτέ με κακὸν ἔχεις ποιεῖν, ποίει. πάντως καὶ ἄκων ἐλευθερώσεις με.“

Κατὰ δὲ τοὺς καιροὺς τούτους συνέπεσέ τι τοι- οῦτον ἐν Σάμῳ. πανδήμου ἑορτῆς ἀγομένης αἴφνης,

ἀετὸς καταπτὰς καὶ τὸν δημόσιον ἁρπάσας δακτύ- λιον, εἰς δούλου κόλπον ἀφῆκεν. οἱ μὲν οὖν Σά- μιοι θροηθέντες καὶ εἰς πλείστην περὶ τοῦδε τοῦ σημείου πεσόντες τὴν ἀγωνίαν, κατὰ ταὐτὸν ἀθροι- σθέντες, ἤρξαντο δεῖσθαι τοῦ Ξάνθου, ἅτε πρώτου [*](1 θ om. K 2 ὡσὰν H E καὶ τὸν] τὸν A. 4 ἐλ- θώντων Z καὶ ὁ ξ. A, sed καὶ punctis deletum φοβ. τοῦ αἰσ. τὸ λ. Q 5 εἰρκτὴν V P, Q (ex corr.), 6 τοιαῦται Q m. pr. fecit ex τοιαῦτα, ταῦτα φησὶν· αὗταί ε. Φ 7> εἰσὶν om. οὐχʼ Q E H οὐκ in marg. suppl. D 3 8 μου in A. add. m. pr., om. Z 9 με ex μὴ fecit A. m. pr. με; V 10 καὶ πρὸς αὐτὸν ἔφη om. 11 φής] φῆς V φὴς D ἴν P 12 δʼ Z 13 ὅ τί (ὅτί Q H) ποτέ με M Q D H K v ὃ τί ποτέ με κακῶς ἔχεις R κακὸν ἕχοις P ἔχεις κακὸν K v, Z (sed post με hoc est signum i) ante πάντως littera erasa in Q 14 ἐλευθερώσης 17 δημό- σον A δημόσων P 18 κόλπων Q οὖν intra uersus M m. pr. 19 θορηβηθέντες a θορυβηθέντες Z b πλεί- στην corr. ex πλεῖστον m. pr. πλήστην H τοῦδε] τού- του R 20 κατὰ ταυτὸν libri praeter Q H E qui καταταυτὸν )

278
τῶν πολιτῶν ὄντος καὶ φιλοσόφου, σφίσι τὴν κρίσιν τοῦ σημείου διασαφῆσαι. ὃ δὲ τοῖς ὅλοις ἐπαπορῶν, χρόνον ᾔτησε. καὶ ἀφικόμενος οἴκαδε, πολύς ἦν ἀθυμῶν καὶ τῇ λύπῃ βαπτιζόμενος, οἷα δὴ μηδὲν κρῖναι δυνάμενος. ὁ δʼ Αἴσωπος τὴν ἀθυμίαν συν- νοήσας τοῦ Ξάνθου, προσελθών λέγει· „τοῦ χάριν, δέσποτα, οὕτω διατελεῖς ἀθυμῶν ; ἐμοὶ προσανά- θου, χαίρειν εἰπὼν τῷ λυπεῖσθαι· αὔριον δʼ εἰς ἀγο- ρὰν προελθών, εἰπὲ τοῖς Σαμίοις ὡς „Ἐγὼ μὲν οὔτε σημειολυτεῖν ἐπαιδεύθην οὔτʼ οἰωνοσκοπεῖν, παῖς δέ μοι πρόσεστι πολλῶν πεῖραν εἰδώς· αὐτὸς ὑμῖν τὸ ζητούμενον λύσει.“ κἂν μὲν αὐτὸς ἐπιτύχω τῆς [*](p. 68 b.)λύσεως, δέσποτα, σὺ τὴν δόξαν ἀποίσῃ τοιούτῳ χρώ- μενος δούλῳ· ἂν δʼ ἀποτύχω, ἐμοὶ μόνῳ ἡ ἐντεῦ- θεν προστριβήσεται ὕβρις.“ πεισθεὶς οὖν ὁ Ξάνθος καὶ τῇ ὑστεραίᾳ εἰς τὸ θέατρον ἀπαντήσας καὶ κα- ταστὰς εἰς τὸ μέσον, κατὰ τὰς ὑποθήκας Αἰσώπου διελέχθη τοῖς συνελθοῦσιν. οἳ δʼ εὐθέως ἠξίουν κληθῆναι τὸν Αἴσωπον. τοῦ δʼ ἀφικομένου καὶ στάντος ἐπὶ τὸ μέσον, οἱ Σάμιοι τὴν ὄψιν αὐτοῦ [*](2 ὅλλοις R 3 χρόνων P οἴκα-δὲ eraso accentu graui R) [*](4 τῇ Q in ras. m. pr., τι P μηδὲν Q eraso qui in η erat accentu, μὴδὲν H 5 κρίναι V ὅδʼ ἐνοήσας V m. pr. συνοήσας P, A et D m. pr. (ν add. A 2 D 2), b 1530 ὑπονοῆσαι P ὑπνοῆσαι A. 8 τῷ] τὸ V 9 προελθὼν, ε corr. e ς P προσελθὼν Q D E H K Z v εἶπε A ὑπὲ P σαμίας S 10 σημειωλυτεῖν Q οὔτ οἰόνσκ. R οὖτοι ὡνοσκ. P) [*](11 εἰδώς mire dictum pro ἔχων, εἰληφώς αὐτὸς] οὗτος ὑμῶν R m. pr. ἡμῖν M 12 τὸ λυτούμενον R λυ D. σει D 2 κἂν] καὶ εἰ Q 13 ἀποίσει D 14 δ᾿ om. b) [*](ἡ] ἢ P 16 τῆ ὑστεραία V: τῇς ὑστεραίας ceteri; in A. ὑστερ. corr. ex ὑστηρ. καταστὰς] στὰς Φ 17 Αἰσ.] τοῦ αἰσ. Φ διειλέχθη M, R (corr. ex δειειλ.), Q A. διηλέχθη V) [*](19 τὸν αἰσ. κληθ. H E K Z v (ἔσωπον E) ἀφικνουμέ- νου V 20 ἐπὶ τὸ μέσον V, Q (τὸ m. pr. corr. ex τοῦ): ἐπὶ τοῦ μέσου ceteri)
279
κατανοήσαντες, ἐρεσχελοῦντες ἐφώνουν· „αὕτη ἡ ὄψις σημεῖον λύσει ; ἐκ τοῦ αἰσχροῦ τούτου τί ποτε καλὸν ἀκουσόμεθα;“ καὶ γελᾶν ἤρξαντο. καὶ ὁ Αἴσωπος κατασείσας τῇ χειρὶ καὶ ἡσυχίαν αἰτήσας γενέσθαι, φησίν· ,,ἄνδρες Σάμιοι, τί μου τὴν ὄψιν σκώπτετε ; οὐκ εἰς τὴν ὄψιν, ἀλλʼ εἰς τὸν νοῦν ἀπο- βλέπειν χρή. πολλάκις γὰρ καὶ τῇ φαύλῃ μορφῇ χρηστὸν νοῦν ἡ φύσις ἐνέθηκεν. ἢ τὴν ἔξωθεν τῶν κεραμίων μορφὴν σκοπεῖτε ὑμεῖς, ἀλλʼ οὐ τὴν ἐντὸς γεῦσιν τοῦ οἴνου;“ ταῦτα τοῦ Αἰσώπου πάντες ἀκούσαντες, ἔλεγον· ,,Αἴσωπε, εἴ τι δύνασαι, λέγε τῇ πόλει“. καὶ ὃς μετὰ παρρησίας ἔφη· „ἄνδρες Σάμιοι, ἐπειδήπερ ἡ τύχη φιλόνεικος οὖσα δόξης ἀγῶνα τέθεικε δεσπότῃ καὶ δούλῳ, κἂν μὲν ὁ δοῦ- λος ἥττων τοῦ δεσπότου φανῇ, διὰ μαστίγων ἐλεύ- σεται, εἰ δʼ ἀμείνων, οὐδὲν ἔλαττον καὶ οὕτω πληγαῖς ξανθήσεται, εἰ ὑμεῖς διὰ τῆς ἐμῆς ἐλευ- θερίας παρρησίαν χαρίσοισθέ μοι, ἐγὼ νῦν ὑμῖν ἀδεῶς τὸ ζητούμενον φράσω.“ τότε ὁ δῆμος ἀπὸ μιᾶς γλώττης πρὸς τὸν Ξάνθον ἐβόων· ,,ἐλευθέρω- σον Αἴσωπον, ὑπάκουσον Σαμίοις. χάρισαι τὴν ἐλευ- [*](1 κατανοήσαντες] θεασάμενοι R 2 λύσει] ει corr. ex η D 3 ὁ om. A 1 add. A 2 4 κατασιγήσας E. cf. 280, 8 5 γενέσθαι om. Φ 8 ἐπέθηκεν V ἐνέθηκε Φ ἀνέθηκεν E H) [*](9 ἐ. μορφὴν τῶν κεραμείων Q κεραμείων R Q οὐ τὴν ἐντὸς γεῦσιν] οὐκ εἰς τὴν γεῦσιν 11 ἀκ.π. εἴ τι] ὅτι V; in Q ει in ras. m. pr. δύναται ed. Neuel., δύνασαι corr. ex δην. P 13 φιλόνεικος] debebat scr. aut φιλόνικος (ut est in H) aut φιλονεικής: quorum hoc praestat 13 δόξ ἀγῶνα R) [*](14 τέθηκε V P H ed. Neuel. δεσπ.] καὶ δεσπ. Φ, in A καὶ punctis deletum κἂν] ἂν Z 15 ἥ. φανῇ τοῦ δ. H E K Z v τοῦ δεσπότου om. D 16 ἀμείνων Z οὐδὲν] οὐδ ἂν A οὐδὰν P οὕτως V 17 ἐμῆς om. b; τῆς ἐν ἐμῆς, sed ἐμῆς corr. ex ἐμοὶ, A; τὴς ἐμὴς ἐμῆς P 18 παρρησίαν om. Φ χαρίσησθε χαρίσεσθε R χαρίσαι- σθε? νῦν in A add. A 1 20 εὐοων Q P 21 ὑἐπα- κουσον P σαμίοις] συ μίης P)
280
θερίαν αὐτοῦ τῇ πόλει·“ ὁ δὲ Ξάνθος οὐκ ἐπένευε. καὶ ὁ πρύτανις ἔφη· „Ξάνθε, εἰ μή σοι δοκεῖ ὑπα- [*](p. 70 b.)κοῦσαι τῷ δήμῳ, ἐγὼ τῆσδε τῆς ὥρας Αἴσωπον ἀπε- λεύθερον ἂν ποιήσαιμι, καὶ τότε σοι ὁμότιμος ἔσται.“ τηνικαῦτα τοίνυν ὁ Ξάνθος ἀνάγκῃ τὴν ἐλευθερίαν ἐπέδωκε. καὶ ὁ κήρυξ ἐβόα· ,,Ξάνθος ὁ φιλό- σοφος ἐλευθεροῖ Σαμίοις Αἴσωπον.“ κἀν τούτῳ πέρας ὁ τοῦ Αἰσώπου λόγος εἰλήφει, φαμένου πρὸς τὸν Ξάνθον ὡς ,,καὶ ἄκων ἐλευθερώσεις με.“' Αἴσωπος οὖν ἐλευθερίας τυχών, στὰς εἰς τὸ μέσον ἔφη· ,,ἄνδρες Σάμιοι, ὁ μὲν ἀετός, ὡς ἴστε, βασιλεὺς τῶν ὀρνίθων ἐστίν. ὅτι δὲ τὸν στρατηγι- κὸν δακτύλιον οὗτος ἁρπάσας ἀφῆκεν εἰς δούλου κόλπον, τοῦτο σημαίνειν δῆλον, ὅτι τῶν νυνὶ βασι- λέων τις βούλεται ὑμῶν τὴν ἐλευθερίαν δουλῶ- σαι, καὶ τούς κυρίους νόμους ἀκύρους δεῖξαι. ταῦτα οἱ μὲν Σάμιοι ἀκούσαντες, κατηφείας [*](1 ἐπένευεν M 3 τῆς δὲ Z; in τῆςδε corr. ex τῆς δὲ ὥρας] cf. alteram recensionem αἴσωπον om. Φ ἐλεύ- θερον H E Z K v 4 ποιήσαι μοι P ποιῆσαι μι E 5 ἐλευ- τερίαν Z 6 ἀπέδωκε Φ E Z v εὐόα P 7 σαμίης P) [*](Αἴσωπον] τὸν αἴσωπον E K Z v κῶν Rm. pr., κἀκ deletum. κᾂν b κὰν P 8 τοῦτω factum ex τοῦτο Z λόγος εἰλήφει om. Φ redolet sermonem Noui Foederis 9 ὡς καὶ] ὡς Φ inter με et Αἴσωπος in A. unus uersus in serie orationis et tres in margine erasi, unus (qui erat κακὸν εἰπεῖν ποίει. πάντωσ καὶ ἄκων ἐλευθερώσεις με) detritus 10 οὖν] τοίνυν Q τὸ] τὸν pars edd. 11 μέσων P ὡς in mar- gine suppleuit K ἴσθε R K 12 στρατηκὸν A στρατη cum compendio quo significatur κὸν P 13 οὗτος ἀφαρπάσας Q ἁρπάσας οὗτος Φ ἀρπ. mut. in ἁρπ. δοῦλον Z δού- λον P δοῦλου a 14 σημαίνειν (σημένειν P) δ.] σημεῖον δῆλον Q. σημειώσειν βούλεται K Z v τῶν om. A 1, add. A 2 βασιλεύων A 15 τίς R Q D P Z v, τὶς K ὑμῶν] ὑμῖν Q ἡμῶν P 16 μυρίους D, κ supra l. μ D 2 δεῖξαι non oportet mutari in ἀποδεῖξαι 17 ταῦτα om. Φ μὲν] μὲν οὖν Φ κατηφίας P)
281
ἐπλήσθησαν.