Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Τοῦτο δʼ ἀκριβέστερον ἐξιχνευθήσεται, ἐπάν τις ἐκ τῶν προκειμένων λόγων δοκιμάσας καὶ ἐξαριθμησάμενος εὑρήσῃ τὰ ἕτῃ συντρέχοντα τοῖς ἀπογωνίοις. πολὺ γάρ τι συμβάλλεται δύναμις δυνάμει συνανακερασθεῖσα. τὸ γάρ ἓν καθʼ αὑτὸ οὐδὲν τυγχάνει, ἀστήρικτον δʼ ὑπάρχει καὶ ὑπὸ μηδενὸς βοηθούμενον ἀμφ ίβολον τὴν χρῆσιν ἔχει καὶ ὀλισθηράν. καὶ γάρ οἱ νήπιοι παῖδες οἵ τε ὑπέργηροι ὀλισθηρὰν τὴν βάσιν ἔχοντες, ὁμοίως δὲ καὶ οἵ τυφλώττοντες βάκτρῳ ἐπερειδόμενοι τὴν πορείαν ποιοῦνται. ἀλλά μὴν οὐδὲ ἡ φύσις τελείως οὐδὲν καθʼ αὑτὸ μόνον εὔχρηστον ἐδημιούργησεν τοῖς ἀνθρώποις. παρέπεται γὰρ τῇ ἡμέρᾳ νὺξ καὶ τῇ ζωῇ θάνατος καὶ τῷ λευκῷ τὸ μέλαν καὶ τῷ ὑγρῷ τὸ ξηρὸν καὶ τῷ ἀγαθῷ τὸ φαῦλον καὶ γλυκεῖ τὸ πικρὸν καὶ τὰ λοιπὰ εἰς ἄλληλα χωροῦντα καὶ τελούμενα οἷς μὲν ἀγαθὴν ἐλπίδα ζωῆς τε καὶ βίου καὶ σωτηρίας ἐνδεικνύμενα προθυμίαν ὑπομονῆς ἐπάγεται, οἷς δὲ διὰ τὰς κακωτικὰς αἰτίας μετʼ ἀνάγκης ἀπόγνωσιν καὶ εὐπροαίρετον θάνατον μόνον. ὁπότε δʼ εἰς τὰς ἀρχάς τοῦ ζῳδίου ἡ ὥρα συνεκπίπτῃ, δοκιμάζειν καὶ τὸ πρὸ αὐτοῦ ζῴδιον πρὸς τὴν ἄφεσιν· ὁπόταν δʼ ἐπὶ τέλει, καὶ τὸ ἐχόμενον αὐτῷ συμφμωνήσει. Κρ ιτόδημος μὲν οὗν ἐπὶ ταύτῃ τῇ ἀγωγῇ κοινῶς τῷ Ἡλίῳ κέχρηται, μεθόδῳ δʼ ἑτέρᾳ ἣν οὐκ ἐξέδοτο.