Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἐπιγνόντας οὖν χρή πόσων μοιρῶν ἐστιν ὁ Ἥλιος εἰσέρχεσθαι εἰς τὸ ἀπογώνιον, καθʼ ὃ κλίμα ἔπεστιν, καὶ παρακείμενον τῶν μοιρῶν πλῆθος πολυπλασιάζειν ἐπὶ τὰς Ἡλίου μοίρας καὶ τοῦτο ἀπογράφεσθαι. ἔπειτα εἰς τὸ ἀναφορικὸν εἰσελθόντας κατὰ τὴν ἡλιακὴν μοῖραν τὸ παρακείμενον μέγεθος ἐπὶ τάς γεννητικάς ὥρας [*](5 προκεφιένης non sanum; possis v. g. προθυμίας 9 ἀκετίον S 10 οὗτος S 11 βίβλοις S an ἐπμδιασαφήσω ? 14 συν et lac. IV litt. in S βιοτίων S 15 φύσει S 19 ἔχων S εδημόνως τὸν S, transposui 21 ἢ abesse malo 23 καταλαβόμην S 26 nempe σύμτορον θεωρεῖν vel sim. nempe ἀλλήλους 27 an 〈βίβλους οὐκ〉? 33 εἰσελθόντες S)

349
πολυπλασιάζειν καὶ μή προσθέντας τὸ πλῆθος πολυπλασιάζειν ἐπὶ τὸ πρότερον εὑρεθὲν πολυπλασίασμα τῶν τοῦ Ἡλίου μοιρῶν καὶ τοῦ ἀπογωνίου πρὸς λεπτά, ὅταν δʼ ἅμα συγκεφαλαιωθῇ ἤτοι μυριάδων ἢ χιλιάδων ἢ ἑκατοντάδων, ἐκκρούειν ἐκ τούτων ὁσάκις δυνατὸν τριακοντάδας, τὸν δὲ λειπόμενον ἄλλων ἀπογράφεσθαι καὶ σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἢ προστιθέναι τῷ καταλειφθέντι μέρει τῆς τριακοντάδος ἢ τῷ μεγέθει τῆς ἡλιακῆς μοίρας· καὶ εὑρόντας τὰς μοίρας εἰσέρχεσθαι εἰς τὰ ἀπογώνια καὶ τὰ παρακείμενα ἔτη ἀποφαίνεσθαι καὶ τοὺς γ΄ ὅρους. οὐ μὴν ὥς τισιν ἔδοξε † παρὰ μὲν ἐμοῦ σαφέστερον ὑφηγησομένου· ἡ δὲ πλάνη τῆς ψήφου οὐ μόνον ἐξαμαυροῖ τὴν διάνοιαν, ἀλλὰ καὶ λήθην τῶν ἐξαριθμηθέντων ἐπάγει· καὶ ὡς ἠβουλήθη τις διὰ πλάνην ἐκ δευτέρου ἢ τρίτου ἐξαριθμήσασθαι, ἀπεχθαίρει καταλείψει· καὶ γὰρ ἐμὲ περὶ τὰ τοιαῦτα εὔτονον καὶ φιλομαθῆ ἀπέστρεψέν τι ἡ πλοκή. ἐγὼ δὲ ἐπεὶ τὰ πλεῖστα ἀπὸ Ἡλίου καὶ Σελήνης ἐπραγματευσάμην καὶ ἐπέγνων, ὅτι ὁ περὶ ζωῆς καὶ τέλους λόγος ἀπὸ τούτων καταλαμβάνεται, καθὼς καὶ πρότερον συνέταξα τριζῳδίαν μυστικὴν καὶ εἰς ταύτην ἐπεβαλόμην, οὕτως ἀκριβῶς χρὴ ἐπιστήσαντας Ἡλίῳ καὶ Σελήνῃ πρὸς ὡριαίαν κίνησιν καὶ πρὸς λεπτόν (τοῦτο δὲ πλειστάκις λέγω, ὅπως μὴ δόξω διαμαρτάνειν) ἐξαριθμεῖν Ἥλιον ἐπὶ Σελἡνην ἢ Σελήνην ἐπὶ Ἥλιον· κατὰ αὐτὸ γὰρ ἐκπεσεῖται μυστικῶς· τὸ δὲ συναθροισθὲν πλῆθος συγκεφαλαιώσαντας ἀφαιρεῖν τριακοντάδας. τὸ δʼ ἐντὸς τῶν τριάκοντα λειφθὲν σκοπεῖν, πόστον μέρος ἐστὶ τῆς τριακοντάδος, καὶ τοῦτο ἀφαιρεῖν ἀπὸ ἰσημερινοῦ· τὸ δʼ ἐντὸς περιλειφθέν τι μέρει ἔτει προστεθῆναι τῆς τοῦ Ἡλίου μοίρας. καὶ αὕτη μὲν οἴσει ἀπογώνιον ἤτοι ὡροσκοπικὴν μοῖραν· ἢ καὶ ταύτην ἐπιπροσθέντα ἢ καὶ ἀφαιρεθέντα τὰ τοῦ ἰσημερινοῦ κατὰ τὴν συνεγγίζουσαν ὥραν. πάντως γάρ πᾶσα γένεσις εἰς δύο μοίρας τάς γνώμονας ἔχει· ἐὰν γὰρ κατὰ τὴν ὑποδεδειγμένην μοι τροπὴν τῶν δύο κλήρων τὴν ἁρμονίαν ζητῶμεν πρότερον Ἡλἰου καὶ Σελήνης κατὰ τὰς μοιρικὰς κινήσεις, οὐκ ἦν ἕτερον, ἀλλὰ εὑρήσομεν ἁρμόζον οὔτε μείζονα [*](1 προσθέντες S 3 fors. add πλῆθος 5 ἄλλων non sanum (ἀριθμὸν Wdl.) 6 πόσον S 10 καὶ] κατὰ Manitius μὲν] an μίαν? 13 ὡς dubium 14 ἀπεχθαίρων opinor καταλίψει S 15 έπεστέψαν|τϊ ἢ πλοκὴ S 23 εἰσπεσεῖιται S 25 πόσον S 26 ἰσημερινοῦ] hic et in sqq. signum in S quod solvit Manitius nempe ἔδει, sed plura turbata προστεθεῖναι S 28 an ταύτῃ προστεθένεας? 33 εὑρήσομαι S)
350
οὔτε ἥττονα τοῦ ἰσημερινοῦ. καὶ γάρ ἐστι κοσμικὸς γνώμων καὶ ἀρχηγὸς κλιμάτων καὶ μεσίτης δίκαιος νυκτὸς καὶ ἡμέρας. ὁπότε οὖν εὑρεθῇ ἡ μοῖρα, εἰς τὰ ἀπογώνια εἰσελθὼν εἷτα ἐκζητεῖν τὰ ἔτη κατὰ τὸ α΄ καὶ β΄ καὶ γ΄ τῶν ὅρων. εἰ δέ ποτε ἡ μοῖρα είς ὀλιγανάφορα ζῴδια ἐμπέσῃ, ἡ δὲ ὑπόστασις τῆς γενέσεως ἄλλων ἐτῶν ἐπιδέχηται πλῆθος, συντιθέναι χρὴ τοὺς γ΄ ὅρους εἰς τὀ αὑτὸ καὶ μετὰ τοὺς γ΄ εἰς α΄ καὶ β΄ ἐπισυντιθέναι καὶ οὕτως ἀποφαίνεσθαι. ὁμοίως δὲ καὶ ἐν τοῖς πολυαναφόροις ζῳδίοις, ἐπὰν πλῆθος ἐτῶν συνδράμῃ, τὸν ὅρον ὁλόκληρον λογίζεσθαι καὶ τοῖς β΄ τὰς εὑρεθείσας μοίρας ἐπιβάλλοντας ἢ καὶ πρὸς τούτοις ἀναδραμόντας ἐπισυνθεῖναι τε τὰ ἐν τῷ α΄ ὅρῳ τῇ μοίρᾳ παρακείμενα ἔτη.