Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλως πρὸς ἀναγκαστικὴν ἀγωγήν. ἐφʼ ὅσον μὲν ὁ Ἥλιος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἐπιπάρεστι τῆς Σελήνης διαπορευομένης τὸ ἐξῆς ἀπὸ συνόδου ζῴδιον, ἐστὶν ὡροσκόπος ἐν τῷ συνοδικῷ ζῳδίῳ ἢ εἰς τὰ ἐξάγωνα ἢ τρίγωνα ἡ διάμετρα τῆς Σελήνης ἀπό γε τῆς προσνεύσεως αὑτῆς, ἀφʼ ἧς ὁ ἔλεγχος εὑρίσκεται. ὅταν δὲ σῦν τῷ Ἤλίῳ τύχη καὶ κεντροῦται ἡ Σελήνη, ἐὰν παραλλάξη ὁ Ἥλιος συνοδικὸν ζῴδιον τῆς Σελήνης ἔτι τὸν πρῶτον κύκλον [*](7 nempe στάσεως 14 nempe 〈τραύματα〉 ὀδυνηρὰ 15 expectes κατα- σκευάζουσι (nisi valet διαγράφουσιν) 24 τὸ ὅμοιον πρώτον τούτων S, corr. Rad. 28 τῶν ἀντιθέτων τ. ὡ. ζωδίου S 30 τώ geminat S 35 ἔτι] ἐπὶ S)

341
διαπορευομένης, εἰς τὰ τετράγωνα τῆς Σελήνης ἤ εἰς τὸ ἀσύνδετον ὁ ὡροσκόπος εὑρεθήσεται. ἐὰν δέ τις προεπιγνῷ νυκτὸς καὶ ἡμέρας ἄτερ ὥρας, δύο ζῴδια ὡροσκοποῦντα δεῖ κρίνειν.

Ἐπὶ πάσης γενέσεως σκοπεῖν δεῖ, ποῦ τὸ δωδεκατημόριον τῆς Σελήνης ἐξέπεσεν· κἀν μὲν ἐν θηλυκῷ ζῳδίῳ καὶ ὁ τούτου κύριος ἐν θηλυκῷ, λέγειν κατὰ τὸ πλεῖστον θηλυκὴν τὴν γένεσιν. ἐὰν δὲ ἀρσενικὴ τύχη, πρόσθεσιν καὶ ἀφαίρεσιν λογίζεσθαι τῆς ὥρας τοσαύτην, ὅσον δύναται τὸ ἀρσενικὸν δωδεκατημόριον ὡροσκοπεῖν ἐκ τοῦ ἀναφορικοῦ ψηφίσαντες. σκοπεῖν δὲ καὶ τὸ διάμετρον καὶ δωδεκατημόριον· ἐὰν δέ πως τὸ δωδεκατημόριον εἰς θηριῶδες ἐκπέσῃ ἤ τὸ τούτῳ διάμετρον ἢ οἱ τούτων κύριοι, τέρας ἢ ἄλογον ζῷον ἀποφαίνεσθαι.