Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ζῳδιακὸς μὲν οὖν ὡροσκόπος καταλαμβάνεται ἡμέρας ἀπὸ τῶν Ἥλίου μοιρῶν ἀπολυομένων ἀπὸ τοῦ ἡλιακοῦ ζῳδίου, ἑκάστῳ μοῖραν α΄· ὅπου δʼ ἄν καταλήξῃ, ἐκεῖνο ὡροσκοπεῖ τῇ Σελήνη καὶ ὁμοιόπτωτον τούτῳ καὶ τὸ ἡμερινὸν ἢ νυκτερινὸν ἡμικύκλιον. ἐὰν δέ πως εἰς νυκτερινὴν ἐμπέσῃ ἡ μονομοιρία ἢ ἡμερινῆς οὔσης τῆς γενέσεως ἀντίθετον τούτου ὡροσκοπήσῃ ζῴδιον ἤ τὸ τετράγωνον, νυκτὸς τὴν μονομοιρίαν τῆς Σελήνης ἀπʼ αὐτῆς ἀπολύειν ὁμοίως.

Ἄλλως. τὸ δωδεκατημόριον τοῦ Ἡλἱου δεῖ ἐκβάλλειν ἀπὸ τοῦ εὐωνύμου τριγώνου· ὅπου δʼ ἂν καταλήξῃ, ἐκεῖνο ὡροσκοπήσει ἢ τὸ ὁμοιόπτωτον.