Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Παρατηρητέον δέ, ὁπόταν εἰς σύνδεσμον ἐμπέσῃ μοιρικῶς ἢ ἐπὶ τέλει τῆς ἑξαμοιρίας, τὴν πρόσθεσιν ἢ ἀφαίρεσιν ποιεῖσθαι τῶν ἐπιβαλλόντων ἐτῶν κατὰ τὴν ζῳδιακὴν ὀργανοθεσίαν. πρὸς [*](1 δὲ] δὴ Wendl. 2 δʼ ὁπόσα Rad.] δὲ πρὸς ἃ S 3 συμφορὰν S fort. plura turbata 4 displicent τρέπεσθαι, στρέφεσθαι; εὔχεσθαι Wendl 6 fort. 〈καὶ〉 ἐξ. ἐξιστρημένοι S 9 τὶς S, corr. Rad. Wendl. 10 λογικοῦ. S 15 possis εὒπορα 20 μὴν requirere videtur ἐγενόμην sed omni potius vi caret 24 haec sana esse non spondeo. καλῶς Sa 25 κατʼ ἀρχῆς S ‘si in initio alicuius negotii καταρχή observata eat“ 26 an ἀνάγκη? 28 numerus hic om. in S, unde sequentes cum meis congruunt)

357
δὲ σύγκρισιν δυεῖν αἱρέσεων καὶ ἀγωγῶν, εἰ τοὺς αὐτούς φέροιεν χρόνους ἢ συνεγγίζοντας ἀλλήλοις, σκοπεῖν μὴ κατὰ τὸ αὐτὸ ζῴδιον συνεμπέσωσιν αἱ μοῖραι. εἰς δὲ τὰ ὅμορα ἰχυροποιοῦνται τὴν ὑπόστασιν τῶν ἐτῶν, ἐὰν ἀπὸ ἡμέρας εἰς νύκτα ἢ ἀπὸ νυκτὸς εἰς ἡμέραν ὁ ἱερὸς γνώμων συνεμπέσῃ ἐκ τούτων γὰρ καὶ αἱ ἀτρεκεῖς μοῖραι τῶν φώτων καταληπταὶ ἔσονται.

Καὶ τοῦτο δέ μοι παρεισῆλθεν περὶ τῆς προκειμένης ἀγμωγῆς, τουτέστι τῶν κζ΄ ἐτῶν, καὶ κδ΄ κύκλους σεληνιακοὺς ὑποτάξαι· ὁπόταν μὲν τὸν ἀριθμὸν ἐπιδέχηται ἡ γένεσις. πραγματεύεσθαι ὡς προγέγραπται· περὶ δὲ τῶν νηπίων γενέσεων οὕτως. ἀπὸ μὲν τῆς Σελήνης τὴν ἄφεσιν ποιούμενος διδόναι ἑκάστῳ ζῳδίῳ μῆνας β΄ καὶ ε΄. ἔπειτα ἕως τῆς σεληνιακῆς συναφῆς καὶ τριγώνου ἢ τετραγώνου, εἷτα καὶ τῆς τῶν κακοποιῶν ἀκτινοβολίας κέντρου κατὰ τὴν αὐτὴν συνηγγισμένην τῶν τῆς ὐποστάσεμως χρόνων. ἀπὸ δὲ τῆς ἡλιακῆς ἀφέσεως ἑκάστῳ ζῳδίῳ διδόναι μῆνας λ΄ καθὼς ἐπὶ τοῦ κλήρου τὴν διαίρεσεν λεπτομερεστέραν προετάξαμεν, οἰκονομεῖν, μέχρις ἐκ μηνιαίων ἢ ἐνιαυσιαίων ὑπόστασιν ἀναδέξηται ὁ χρόνος.

Παραληπτέον δὲ καὶ τοῦτον τὸν τρόπον, καθὼς εἰς τὸν περὶ σπορᾶς λόγον ἐν τοῖς ἔμπροσθεν ἐδηλώσαμεν καὶ ἡγεῖσθαι τὴν κατʼ ἐκτροπὴν μοιρικὴν Σελήνην σπόριμον ὡροσκόπον, τὴν θὲ ὥραν τῆς ἐκτροπῆς σπορίμην Σελήνην· καὶ ἐπιγνόντας τὸ διάστημα περὶ ἡμερῶν τῆς σπορᾶς πραγματεύεσθαι πρός τε τὰς συνόδους καὶ πανσελήνους καὶ τὰς λοιπὰς ἀποδιαστάσεις. καὶ --- ἀγωγῆς ὁ τῆς ἐκτροπῆς ὡροσκόπος συμφωνήσει.

Ἐπει δὲ ὁ παλαιὸς καὶ Μούσαις μεμελημένος κοφὸς ἀνὴρ ἔριδας ὑπεστήσατο, ὧν τὴν μὲν πολεμικὴν καὶ φοβεράν, αἵματι [*](3 ὅμορρα ut vid. S 6 ἀτρεμεῖς S 13 debebat ποιούμενον 15 seqq. corrupta; nec multum prodest ἐπικντρου et συνηγγισμένων et τῷ. . . χρόνῳ 17 nempe 〈καὶ〉 καθὼς 19 possis [ἐκ] μηνιαίαν ἢ ἐνιμαισιαίαν 26 an ἡμέρας? 31 apodosis incipit p. 358, 6 Hesiodus op. 11 sqq.)

358
καὶ λύπαις καὶ θανάτῳ χαίρουσαν μάχαις τε καὶ φθόνοις καὶ κακωτικαῖς αἰτίαις, τὴν δʼ ἑτέραν ἐργοπόνον τε καὶ φιλόκαλον εἰρηνικήν τε καὶ ἀμετανόητον τοῖς ἔργοις διὰ τὸ τοὺς πόνους εἰς ἡδονὰς μετατίθεσθαι — ἀγαθὴ δὲ ἡ θεός, ἧς καὶ αὐτὸς ἐραστὴς ἐγενόμην βουληθεὶς κατὰ τῶν ἀντιτασσόντων καὶ βασκάνων νῖκος ἄρασθαι διὰ τῆς ἐμῆς ἐμπειρίας καὶ φιλοκάλης γνώμης, οὐκ ἠρκέσθην ταῖς προγεγραμμέναις ἀγωγαῖς εἰς πίστιν τοῖς μεταγενεστέροις καὶ φιλοκάλοις καταλεῖψαι, ἀλλὰ καὶ ἑτέραν δυναστικὴν ἐξεῦρον διασαρ ήσας, ὅπως δοκιμάσαντες καθʼ ἕταστον κεφάλαιον τὴν ἐμὴν ἀφθονίαν μετά πάσης παρρησίας καὶ σεμνῆς φιλονεικίας τὰς ὀλεθρίας καὶ βλασφήμους τῶν πολεμίων κατασβέσωσι φωνάς (μαραίνεται γάρ ὁργὴ ὑπὸ φθόνου καὶ λύπης τρεφομένη, καὶ μάλιστα ὁπόταν αἱ ἔχθραι εἰς ἧτταν ῥέπωσιν) οὕτως τε ἐγγυμναω προθύμως ταῖς ὑφ’ ἡμῶν συντάξεσι τὸν ψόγον τῆς θεωρίας εἰς ἔπαινον διακηρύξωσιν, εἰδότες ὅτι καὶ τέρψιν καὶ ἡδονὴν ὠφέλειαν καὶ μακαριότητα καὶ ὑπὲρ πολλῶν φρόνησιν ἐπιστήμη κέκτηται. ἀλλʼ ἐπὶ τὸ προκείμενον τὴν διάνοιαντ τρέψωμεν.