Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πρὸ πάντων οὖν δεῖ τοῖς ἀριθμοῖς προσέχειν μετὰ πάσης ἀκριβείας Ἡλίου τε καὶ Σελήνης καὶ τῶν ε΄ ἀστέρων, τῆς ὥρας σχηματογραφίας καὶ τὰς πρὸς ἀλλήλους μαρτυρίας βραβευούσης. ἐκ γὰρ αὐτῆς ὁ πᾶς σκοπὸς εὐκατάληπτος ἁλίσκεται οἵ τε ικ΄ τόποι συνορῶνται μοιρικῶς. οὕτως γὰρ ἀκριβὴς ἡ ἐπίσκεψις φανεῖσα τοὺς μὲν προλέγοντας δοξάσει, τοὺς δʼ --- ἐπιστῄμην ἐπισφραγίζει τὰ φαῦλα καὶ τὰ μὴ πρὸς ἡδονήν, τοῖς δὲ βουλομένοις τὴν ἐπίσκεψιν ποιεῖσθαι προθυμίαν τινὰ καὶ προτροπὴν καὶ πίστιν τῶν λεγομένων ἀναλαμβάνει. εἰ μὲν καθολικὸν τοῦτο ὑπῆρχε τὸ πλουτήσαντά τινα μηδέποτε πένεσθαι μηδὲ τὸν εὐδαίμονα ὄντα βασιλείας καὶ ἡγεμονίας ἢ δόξης ἢ ἑτέρας οἱασδηποτεοῦν αἰτίας ἀκαθαίρετον διαφυλαχθῆναι ἢ τὸν ἐν ῥώμῃ σώματος ἀσινῆ ἢ τὸν ἐν πράξει καιροῦ εὐτυχήσαντα μηδέποτε δυσπραγῆσαι ἢ τὸν κυβερνήτην κλυδωνίζεσθαι καὶ ἀστοχεῖν θαλπσσομαχοῦντα ἢ τὸν ἰατρὸν μὴ νοσεῖν ἢ τὸν προγνωστικὸν μηδὲν πάσχειν ἤ τινα προφήτην τῶν θείων ἐπιτυχῆ τοῖς ἀνθρώποις ἀμετάβλητον τυγχάνειν, οὐκ ἂν ἦν εὔχρηστος ἡ πρόγνμωσις, ἀλλʼ ὡς ἕκαστος περὶ ὃν τετύχηκε κεκτημένος κλῆρον ἀσχολούμενος καὶ μηδεμίαν προσδοκῶν καινοποιίαν διετέλει τὸν χρόνον. νυνὶ δὶ καὶ ἀδέβαια καὶ σαθρὰ τὰ τῶν ἀνθρώπων πάντα καὶ ἀστήρικτα νομίζεται εἰς τὸ ἐναντίον τρεπόμενα. γίνεται μὲν γὰρ ὁ [*](1 εἰς τό] ἐκ τοῦ S novum Nechepsonis fragmentum 2 κμτημάξευσαν S recte (cf. 48, 19) παρίεμι S 4 de Sudine et Cidena cf. Strab. XVI 739 Plin. II 39 cod. Paris. 2841 f. 32. 7 μὲν S 9 nonnulla excidisse puto 14 fort. τῆς ὡ ριαίας 16 fort. ὁ ὡοσκόπος τελίσκεται S 18 possis τοῖς δʼ 〈ἀνυπόστατον λέγουσι τὴν〉 21 fort. εἰ μὲν 〈οὖν〉 22 μηδὲ lapsu calami pro καί 24 αἰτίας] an ἀξίας? 25 πράξη S 28 τοῖς ανθρώποις suspectum 30 ὡς] possis εἷς ὅν] ὧν S τετύχηκε| κτημένος S)

355
βασιλεὺς αἰχμάλωτος καὶ ὑπηρέτης, ὁ δὲ πλούσιος πένης καὶ ἐνδεής, ὁ δὲ ἐν ῥώμῃ σώματος καὶ δυνάμει ἐπισινὴς καὶ ἀδρανὴς καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐν τῷ βίῳ περὶ σῶμα ἢ μορφὴν καὶ δόξαν καὶ πρᾶξιν κεκαλλώπισται, μεταμορφούμενα ἕτερα ἐξ ἑτέρων πεῖραν δίδωσι τοῦ πάσχειν, ἅπερ ἕτερος πάσχων ἠγνόησε. σπάνιον γάρ τινα ἀμέμπτως τὸν βίον καὶ ἀμερίμνως διευθῦναι· τοὺς δὲ πλείστους κατὰ τὴν ἰδίαν ὑπόστασιν ταῖς τῶν καιρῶν ἐναλλοιοῦσθαι τύχαις συμβαίνει.

Γοιγαροῦν καὶ αὐτὸς καταμαθὼν ἐμαυτὸν ἐκ τῆς προγνώσεως καὶ ὁποίαν καταβολὴν ἔλαχον τοῦ κλήρου καὶ ὅτι παρά τοῦτο ἀδύνατον γενέσθαι ἕτερον οὔτε ἡγεμονίας οὔτε ἀρχῆς οὔτε ἑτέρας φαντασιώδους δόξης ἢ πλούτου δαψιλείας καὶ κτημάτων ἢ σωμάτων πλήθους ἐραστὴς ἐγενόμην ἢ δοῦλος ἐπιθυμίας καὶ κόλαξ ἀσεβὴς θεῶν τε καὶ ἀνθρώπων δυνάμενος τυχεῖν, ὧν μὴ ἐβούλετο τὸ δαιμόνιον παρέχειν· ἀλλὰ καθάπερ δεσπότου φαύλου συνέσει δοῦλος ἐπίσταται ἤθη καὶ τὰς περὶ τὸν βίον ἀναστροφὰς κοσμίως τὰς ἐξυπηρετήσεις ποιούμενος κατὰ τὴν τοῦ κελεύοντος διαταγὴν μὴ ἀντιτασσόμενος ἀλύπητον καὶ ἀκοπίατον ἡγεῖται τὴν ὑπόστασιν, τὸν αὐτὸν τρόπον καὶ αὐτὸς οὔτε μοχθηράν οὔτε ἐπώδυνον τὴν ὑπηρεσίαν ἐποιησάμην, πάσης δὲ ματαίας ἐλπίδος καὶ φροντίδος ἀπαλλαγεὶς τὸν τῆς εἱμαρμένης νόμον διεφύλαξα.

Ἐὰν οὖν φιλοπευστῶν τις καὶ ἰσχυροποιησάμενος τὴν διάνοιαν βούληται ἀκούειν παρʼ ἀνδρὸς ἐμπείρου περὶ τῶν ὄντων καὶ τῶν ἐσομένων, τῶν πλείστων καταᾳρονήσας ἐκείνων ἐραστὴς γενήσεται τῶν συνηρμοθαμένων τὴν καταβολήν. ἀνατυπούμενος γάρ καθʼ ἑκάστην ἡμέραν ἅπερ δεῖ παθεῖν τῶν φαύλων τὸν φόβον προμαραίνει· ἀμβλύνεται γὰρ τὸ χαλεπὸν ὑπὸ τῆς εὐθυμίας ἐπιτριβόμενον, οὕτως τε ὡς ὑπὸ ἑτέραν δεσποτείαν καὶ ἐξουσίαν τεταγμένος διὰ τῆς ἰδίας ἐγκρατείας ἀκηρύκτως καὶ κοσμίως τὸ τέλος τοῦ βίου ὑποίσει. ἐὰν δέ τις πείρᾳ βουλόμενος μαθεῖν ἐπιγνῶναι θέλῃ ταῦτα ὅπως ἔχει, ἀντιτασσέσθω τοῖς βουλευομένοις ὑπό τινος ἀπείρου καὶ τὰ ἐναντία πρασσέτω. οἷον εἰ πένης ὢν πλούσιος γένηται ἢ μέτριος ἀρχοντικὸς ἢ ἄπρακτος εὐεπίβολος ἀσυκοφάντητος ἀλύπητος ἀμέριμνος (πάντες γάρ ἄνθρωποι [*](9 κἂν αὐτὸς S 13 δούλων S 14 nempe 〈οὐ〉 δυνάμενος vel οἰόμενος διανοούμενος Rad.) 15 an 〈ὁ〉 ἐν? 17 nempe καὶ τῇ τ. κ. διαταγῇ 23 βούλεται S quod etsi scripsisse potest Valens, tamen codici recenti in talibus exigua fides 25 συνηρμοσμένων S (quod servans possis 〈εἰς〉 τὴν) 26 τὸν φαῦλον S 28 ἀθυμίας vel εὐθ. S ἐπιτρεφόμενον S 30 ἀνυποίσει S (ἂν ὑπ. Rad) πεῖραν S 31 ὕπως] οὕτως S 32 βουλομένοις S)

356
καλῶν ἐρασταὶ πεφύκασι) — τούτων δέ τις τυχὼν καταφρονήσει τῆς πεπρωμένης. ἀδύνατον δʼ ὁπόσα βούλεταί τις συντελεῖσθαι ἢ ἐπὶ τοῖς αὑτοῖς διαμένειν διὰ τέλους· σύμφορον τοιγαροῦν ἔχεσθαι τὴν τύχην καὶ ἀστήρικτον ὑπάρχειν τὰς γὰρ εὐημερίας αὑτῆς οὐ φέρουσιν ἄνθρωποι· καθάπερ γὰρ λυσσώδεις ἐξοιστρημένοι καὶ ὑπὸ πολλὰς δεσποτείας τεταγμένοι ἐπιθυμιῶν τε καὶ παθῶν ὄρεξιν πάσχοντες κἀν μὴ θέλοντες τάς ἁρμοζούσας τιμωρίας κομίσονται.

Τισὶ μὲν οὖν ἔδοξε τῶν εὐηθῶν λέγειν πάντα ἡμῖν· μὴ δυνάμενοι δὲ τοῦτο ἀποδεῖξαι διὰ πείρας εἰς μέρος τι τοῦ λόγου κατέδραμον φάσκοντες ἃ μὲν ἐν ἡμῖν, ἃ δὶ ἐν τῇ εἰμαρμένῃ. τυχόντες δὲ τούτου καὶ ἀναισχυντοῦντες εἰς ἄπειρα καὶ ἀνοίκεια ζητήματα ἐχώρησαν λέγοντες. τὸ προελθεῖν ἐκ τῆς οἰκίας ἐν ἐμοὶ καὶ τὸ λούσασθαι καὶ πορευθῆναι ὅπου βούλομαι καὶ πρᾶξαί τι καὶ πρίασθαι καὶ συντυχεῖν φίλῳ καὶ ἕτερα πλεῖστα ἄπορα. τοὐναντίον δὲ ἐγὼ φημι πρὸς τούτους, ὅτι οὐδὲ ταῦτα τὰ μάταια ἐν αὐτοῖς ἐστιν· εἰς τὸ ἐναντίον γάρ χωρεῖ τὸ τῆς προαιρέσεως διά τινας ἀπροφασίστους αἰτίας. καὶ γὰρ αὐτὸς πολλάκις πρᾶξαί τι βουλόμενος ἢ συντυχεῖν φί ίλῳ ὥραν καλὴν ἐκλεξάμενος οὐκ ἔτυχον τοῦ προκειμένου οὐδὲ μὴν ὅπου ἐβάδιζον γενόμενος· ὁπότε δʼ οὐκ ἐβουλήθην, τὸ τοιοῦτον συνετελέσθη· πάντως γὰρ ἔδει τὴν ὥραν ἐναρμόνιον τῶ μέλλοντι ἔσεσθαι τυχεῖν. τοιγαροῦν χρή τούς γε νοῦν ἔχοντας ἕπεσθαι τῷ δαιμονίῳ καθὼς βούλεται (κατασκευάζει γάρ τὴν --- πρὸς ὃ θέλει) ἢ καλὰς ὣρας ἐκλέγεσθαι, ἀρχικῆς δὲ πράξεως τῆς καταρχῆς γενομένης κατὰ τὴν κοσμικὴν κίνησιν καὶ ἀνάγκην συνορᾶν τὸ ἀποτέλεσμα ἐκ τῆς τότε ἀστροθεσίας καὶ τῆς τοῦ ὡροσκόπου.