Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἱκανῶς μὲν οὖν ἡγοῦμαι καὶ ἀφθόνως τὰς τῶν προκειμένων δυνάμεις συντεταχέναι, τούτων δʼ οὕτως ἐχόντων ἔτι καὶ φιλοκάλοις πρὸς ἀναζήτησιν καὶ ἐπίνοιαν μέρος καταλεῖψαι. οὐ γὰρ πρὸς ἀμυήτους ἐποιησάμην τοὺς λόγους, ἀλλὰ πρὸς τοὺς τὰ τοιαῦτα δεινούς, ὅπως καὶ αὐτοὶ τὸ πολυμερὲς καὶ ποικίλον καὶ ἀκμαῖον λῆγον τῆς θεωρίας διὰ πολλῶν ὁδῶν, εἰσόδων τε καὶ [*](8 i. e. hic ἀνωφερῶς 10 τὸ] nempe τὸν (item v. 23) 18 ὅσην S 23 nempe τὸ ἔγκλιμα 28 In hoc capite edendo amicissime me adiuvit F. Boll 35 possis καὶ θέλγον (κηλοῦν Wdl))

353
ἐξόδων, ἐπιγνόντες θεοῖς προσομιλεῖν δόξωσιν. ὅτι μὲν γὰρ ἡ θειοτάτη ἐπιστήμη καθʼ ἑαυτὴν μὲν ὑπόστασιν ἀέναον καὶ ἀναμφίλεκτον καὶ ἀίδιον κέκτηται, πρόδηλον ἐκ τῶν ὁρωμένων ἔσεσθαι καὶ μελλόντων ὅτι δὲ παρὰ τὴν ἀνανδρείαν τῶν μετιόντων τὸ μάθημα καὶ τοὺς μὴ ἐγγυμνασθέντας κατὰ τρόπον περὶ τὰς τῶν κανόνων διαφορὰς ἔσθʼ ὅτε παραμφοδεῖ, καὶ τοῦτο πρόδηλον. ἐάσω μὲν γὰρ λέγειν καὶ περὶ τῶν τοὺς ἀναφορικοὺς συμπεπηχότων, ὅσην διαφορὰν κέκτηνται γραμμικήν τε καὶ ἀριθμητικὴν Ἡλίου τε καὶ Σελήνης κανονοποιίαι καὶ τῶν λοιπῶν ἀστέρων. τὸν μέν γε ἐνιαυτὸν ἄλλοι ἄλλως διέλαβον· Μέτων μὲν ὁ Ἀθηναῖος καὶ Εὐκτήμων καὶ Φίλιππος τξε΄ ε΄ ιθ΄, Ἀρίσταρχος δὲ ὁ Σάμιος δ΄ κ΄ ξβ΄, Χαλδαῖοι τξέ δʼ έ ζ΄, Βαβυλώνιοι δὲ τξε΄ δ΄ ρμδ΄ , καὶ ἕτεροι δὲ πλεῖστοι ἄλλως· εἰ οὖν κατὰ τετραετηρίδα μία ἡμέρα συνελθοῦσα τῇ τοῦ Ἡλῖου κανονοποιίᾳ ἀτρεκῆ μοῖραν ἐνδείκνυται, πῶς οὐκ ἀνάγκη καὶ μετὰ χρόνον καὶ καθʼ ἣν ἕκαστος ἐλογίσατο ἐνιαύσιον κίνησιν προστεθεῖσαν ἐπουσίαν τῇ ζητουμένη ἡμέρᾳ τὴν ἀκριβῆ μοῖραν ἐμφαίνειν;