Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Λαμβάνειν οὖν χρὴ πάντοτε ἀπὸ τῆς ἡλιακῆς μοίρας ἐπὶ τὴν σεληνιακὴν κατὰ τὸ ἑξῆς πρὸς ἀναφορὰν καὶ συναχθὲν πλῆθος τῶν μοιρῶν ἀπογράφεσθαι γνώμονα ἡλιακόν· ἔπειτα εἰσελθόντας εἰς τὸ ἀναφορικὸν κατὰ τὸ γεννητικὸν κλίμα σκοπεῖν, τί μέρος παράκειται τῇ ἡλιακῇ μοίρᾳ ἡμέρας, νυκτὸς δὲ ἐν τῷ διαμἑτρῳ. ὅπερ πολυπλασιάζειν ἐπὶ τὸν ιβ΄ καὶ τὸ γενόμενον πλῆ θος πάλιν ἐπὶ τὰς ὥρας τὰς γεννητικάς πολυπλασιάζειν· καὶ ἐὰν μὲν ὑπερπέσῃ ὁ ἀριθμὸς τάς τξ΄ μοίρας, ἀφελόντα κύκλον τὸν περιλειφθέντα σκοπεῖν, εἰ συντρέχει τῷ εὑρεθέντι γνώμονι. ἐὰν γάρ πως οὕτως εὑρεθῇ, σύμφωνος ἔσται ἡ δοθεῖσα ὥρα καὶ ταύτῃ χρῆσθαιἐὰν δὲ πολὺ ὑπερβάλῃ τοῦ ἡλιακοῦ γνώμονος, ὁ ὡροσκοπικὸς ἀφαίρεσιν ἔχει τοσαύτην, ὕσῃ ἡ ὑπεροχή. ἥνπερ λογίζεσθαι χρή, πόσον μέρος ἐστὶ τοῦ μεγέθους, καὶ τοῦτο ἀφαιρεῖν. ἐὰν δʼ ὁ ἡλιακὸς γνώμων ὑπερβάλῃ, προσθήκην ἔχει ὁ ὡροσκόπος ὁμοίως, ὅση ἡ ὑπεροχή. καὶ οὕτως μὲν ἐπιγνόντας τὸ μέρος καὶ εἰσελθόντας πάλιν εἰς τὸ ἀναφορικὸν ἐπιψηφίσαι τάς τε πλήρεις ὥρας καὶ τὸ μέρος, ἔπειτα τὰ ἔτη προσθέντες τὸ ἓν κλίμα σκοπεῖν, εἰς πόσην μοῖραν τοῦ ζῳδίου καταλήγει, καὶ ἐκείνην ἡγεῖσθαι ὡροσκοπικὴν παραπλησίως. ταύτῃ τῆ ἀγωγῇ ἐνεχθεὶς ὁ Θράσυλλος καὶ τὴν ἀρχὴν φυσικὴν ποιησάμενος τέλος συνέπλεξεν.