Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Ἔτος ιη΄ Ἀδριανοῦ Φαμενὼθ β΄ ὥρα ἡμερινὴ δ΄ Ἥλιος Ἰχθύσι θ΄ μϚ΄ μϚ΄ Σελήνη Αἰγόκερῳ θ΄ μ΄, πανσέληνος ἤμελλεν γενέσθαι. τὸ τῆς Σελήνης φῶς πλῆρες καὶ ἡ ὥρα ἡ δ΄ πλήρης ψηφισθεῖσα σὺν ἐγκλίματι ἤνεγκεν ὡροσκόπον Γαύρῳ μοίρᾳ κθ΄. κατὰ δὲ τὸ ὄργανον παράκειται τῇ κθ΄ μοίρᾳ τοῦ Γαύρου ι΄, ὅπερ [*](1 infra εδ΄ idque verum 6 ἐστὶ Sa]  ἔτη Sb 11 ἡλιακοῦ S 12 προ- σιόντι S 14 haec non intellego 15 ἔτη 16 an Συήνης ? 20 παν- σελήνου] σεληναίου S ratio non constat; corrigant sapientiores 21 τοῦτο] τούτων S 32 ἔτους S)

318
ἐστὶ τῆς ἑξηκοντάδος Ϛ΄· τὸ δὲ μέγεθος ἦν τῆς κθ΄ μοίρας τοῦ Ταύρου ιζ΄ κζ΄. ταῦτα ἐπὶ τὸν ιβ΄ γίγνεται σι΄ ἔγγιστα· τούτων τὸ Ϛ΄ λαμβάνω, γίνεται λε΄· ἐτελεύτα τῷ λα΄ ἡμίσει ἔτει. αἱ γὰρ ὕστεραι μοῖραι τῶν χρόνων τὴν ἔλλειψιν ἔχουσιν παρὰ τὰ τοῦ Ἡλίου λεπτὰ λογιζομένης τῆς μοίρας πρὸς τὰ ἐπιβάλλοντα ἕκασται ἔτος τὸ δ΄ ιϚ΄ ιζ΄.

Ἄλλη. Ἔτος ιε΄ Ἀντωνίνου Εὐσεβοῦς Ἀθὺρ κε΄ εἰς τὴν κϚ΄ , ὥρα νυκτερινὴ θ΄ ἔληγεν, κλίμα Ϛ΄. Ἥλιος Τοξότῃ β΄ νβ΄, Σελήνη Τοξότῃ Ϛ΄ μη΄, σύνοδος γέγονεν. οὐ πολὺ τὸ διάστημα πλήρης ἡ ὥρα ψηφ ισθεῖσα ἡ θ΄ οὐ συνεφώνησεν, ἡ δὲ η΄ ἤνεγκεν ὡροσκόπον Λέοντι ιβ΄· μετὰ τῆς προσθήκης τῶν η΄ μοιρῶν ταύταις παράκειται ἐν τῷ ὀργάνῳ δ΄, ἅπερ εἰσὶ τῆς ἑξηκοντάδος ιε΄. τὸ παρακείμενον τῇ τοῦ Ζυγοῦ μοίρᾳ γ΄ μέγεθος ιε΄· ταῦτα ἐπὶ τὸν β΄ γίγνονται ρπ΄, τούτων τὸ ιε΄ γίγνεται ιβ΄· ταῦτα ἔζησεν.

Σκοπεῖν δὲ δεῖ τοὺς ἐχθροὺς τόπους καὶ τοὺς ἀστέρας οὐ μόνον ἐπὶ τῶν ἄλλων, ἀλλὰ καὶ τοῦ ὡροσκόπου καὶ Ἡλίου καὶ Σελήνης· οὗτοι γὰρ καὶ ἐναντίοι ἐν ταῖς παρόδοις γενόμενοι τοὺς κλιμακτῆρας καὶ τοὺς θανάτους σημαίνουσιν. οἷον ἐπὶ τοῦ Κρόνου τῶν μοιρῶν τὰς διαμετρούσας θεωρεῖν χρή, τίνος εἰσὶ θεοῦ ὅρια, καθὼς ἐν τῷ ὀργάνῳ πρόκειται, κἀκεῖ Κρόνου ὄντος ἀποθανεῖται ἢ ἐν τοῖς τετραγώνοις ἢ ἰσαναφόροις, καθὼς ἂν καὶ ὁ χρόνος συντρέχῃ ἐν τοῖς τετραγώνοις τοῦ ὡροσκόπου ἢ ἰσαναφόροις. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν ἄλλων ἀστέρων· ἐχθροὶ γάρ εἰσιν οἱ ἐκ τῶν ἀντικειμένων μοιρῶν τῶν ὁρίων οἱ κύριοι. οὗτοι οὖν παραγενόμενοι ἐπὶ τοὺς τόπους τὰς ἀναιρέσεις δημαίνουσιν ἢ εἰς τὰ ἰσανάφορα τοῦ ὡροσκόπου.

Οἷον ἔστω Κρόνος Καρκίνου μοίρᾳ κα΄ ὁρίοις Ἀχροδίτης· διαμετρεῖ Αἰγόκερως ὅρια Ἄρεως· οὗτος ἦν Ταύρου μοίρρ κζ΄· ἐνθάδε Κρόνου ὄντος ἀποθανεῖται. Παρθένῳ ἀπέθανεν· τὸ γὰρ μοιρικὸν τετράγωνον τούτου Σκορπίῳ μοίραις ιδ΄ ὁρίοις Κρόνου· ἡ δὲ ιδ΄ τοῦ Ταύρου ἐστὶν ὅρια Κρόνου. οὗτος μὲν αὑτῷ ἐχθρὸς οὐ γίγνεται· εἰσὶν οὖν τὸ ἰσανάφ ορον Σκορπίου Λέων, ἡ δὲ ιδ΄ μοῖρα Λέοντος εἰσὶν ὅρια Ἡλίου. ἐλθὼν οὖν ὁ Ζεὺς ἐπὶ τοὺς τόπους Ἡλἱου ἀπεχθεῖν εἰς τὸ ἰσανάφορον ἐκεῖ ἀνεῖλεν.

[*](16 κλιμακτήρων S 24 συντρέχει S 27 εἰς] ἐκ S 34 nempe ἐστὶν 36 an ⟨τῷ⟩ ἀπελθεῖν?)
319