Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Πολλὴν οὖν διαφ ορὰν προσθέσεως ἢ ἀφαιρέσεως ἐτῶν καὶ ἡ μοῖρα αὐτοῦ καὶ ἡ ὥρα ἐπέχει καὶ τὰ λεπτά, καὶ μάλιστα ὅταν ἐπὶ συνδέσμους δράμῃ. οἷον τῇ τοῦ Λέοντος μοίρᾳ β΄ παράκειται Ϛ΄ , ἅτινα σημαίνει κατὰ τὸ μέγεθος ἔτη κβ΄ τῇ γ΄ μοίρᾳ τοῦ αὐτοῦ ζῳδίου, ἐπεί ἐστι συνδέσμου λύσις, παράκειται κ΄ , ἅτινα σημαίνει ἔτη οε΄· τὸ ὅμοιον καὶ ἐπὶ τῶν λοιπῶν ζῳδίων νοείσθω. ὥσπερ οὖν οἱ ἐξ ἐλαχίστων συνδέσμων εἰς τοὺς μεγίστους ἐμπίπτοντες πολυχρόνιοι γίγνονται, οὕτως οἱ ἐκ τῶν μειζόνων εἰς τοὺς ἥττονας ὀλιγοχρόνιοι· εἰσὶ δὲ καὶ σύνδεσμοι μεσοχρονίους ἀποτελοῦντες, ὅταν εὔκρατος ὁ ἀριθμὸς συνεμπέσῃ· ἐκ δὲ τούτων ἐστιν εὑρεῖν τὴν διάκρισιν τῶν διδύμων τῇ αὐτῇ ὥρᾳ ἔγγιστα γεγενημένων. ἐπὶ πάσης οὖν γενέσεως παραφυλακτέον τάς τε ἡλιακὰς καὶ σεληνιακάς μοίρας, μήποτε κατὰ σύνδεσμον συνδράμωσιν οὗτοι γὰρ οὐ μόνον δυσεπιτεύκτους κατὰ τὰς ἐγχειρήσεις ἀποτελοῦσιν, ἀλλὰ καὶ βιαίοις μόροις καὶ κακωτικοῖς περιτρέπουσι [*](2 ε΄ ] ἕν S 10 immo ἔστι 13 nonnulla excidisse vid. 14 περι- δινουμένους et ἐναλλασσομένους S 21 γενομένοις S 25 τῇ] τὴν S β΄] ιβ΄ S 27 συνδέσμους οὔσεις S 33 cf. 297, 22)

315
καὶ τοὺς θανάτους παραβόλους καὶ ἀοιδίμους καὶ αἰφνιδίους καὶ ἀπροσδοκήτους· τῶν δὲ τοιούτων καὶ αἱ νόσοι ἐπισραλεῖς καὶ δυσίατοι. ὥστε ἡ μὲν ὑπόστασις τῆς ἀγωγῆς ταύτης βεβαία καὶ ἀδιάπτωτός ἐστιν, παρὰ δὲ τὰς μοίρας τῶν τε φώτων καὶ τῶν ὡρῶν τοὺς ὅρους διαψεύσεται· ὅθεν μετὰ πάσης τῆς ἐπιμελείας καὶ σπουδῆς ἐξετάζειν δεῖ καὶ πραγματεύεσθαι, τῆς θεωρίας μηδέν τι πάρεργον καὶ τὸ τυχόν, ἀλλʼ ἰσόθεον πρᾶγμα καὶ ἀθανασίαν ἐπαγγελλομένης. προκειμένου δὲ καὶ τούτου τοῦ λόγου πρός τε ὀλιγοχρονίους καὶ πολυχρονίους διὰ τὸ παράδοξον καὶ δύσπιστον τῆς πλάνης, ὅπως ἀκατηγόρητος ἡ σύνταξις ἡμῶν διαμένοι, ἐπάνιμεν ἐπʼ αὐτόν.

Ὁπόταν μὲν γὰρ ἡ ὡροσκοποῦσα μοῖρα εἰς τὴν ἁρμόζουσαν ἀκολουθίαν τῆς καταγωργῆς εὑρεθῇ τουτέστιν ἀνὰ δύο προστιθέμεναι, οὐ ῥᾳδίως διαφεύξεται τοὺς χρόνους· εἰ δὲ καὶ μιᾶς μοίρας γένοιτο παραλλαγή, οὐ πολὺ τὸ διάφ ορον τῶν ἐτῶν γενήσεται ὁπόταν δὲ εἰς σύνδεσμον ἢ τριακοντάδος συμπλήρωσιν, ἀμφιβολίας δεῖται ποικίλης διὰ τὴν ἀνυπέρβλητον τῶν ἐτῶν παραλλαγήν. οἷον τῇ τοῦ Καρκίνου μοίρᾳ κζ΄ παράκειται ἔτη ρδ΄ τῇ δὲ κη΄ μοίρᾳ ἔτη ζ΄ ἔσται οὖν πολλὴ διαφορά καὶ ἐστιν εἰκάσαι τινὰς τοὺς τοιούτους παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν βεβιωκέναι ἢ τεθνηκέναι. ὁ μὲν οὖν λόγος οὗτος ἀληθής· τοὺς μὲν γὰρ παρὰ μοῖραν ἢ ὑπὲρ μοῖραν οἱ β΄ τόποι διὰ στιγμῆς σημαίνουσι τὸν πολύν χρόνον ἢ ὀλιγοχρονίων. δοκεῖ δὲ μὴ θανὼν ὑπάρχειν ἡ γὰρ φυσικὴ καὶ ἀκριβὴς τοῦ Ἥλίου μοῖρα ἐνδειξαμένη τὴν ἐνέργειαν τὸν ὡρισμένον χρόνον ἐμέρισεν καὶ τὸ πιθανὸν τῆς πλάνης ήμαύρωσεν. παραφυλάσσειν οὖν χρὴ τοὺς ἀριθμοὺς τῶν τριακοντάδων τῷ θερινῷ κύκλῳ πάντως γάρ τινες τὸν χρόνον βιώσονται· ἐν δὲ τῷ χειμερινῷ ἀδύνατον πολλοὺς --- τουτέστι τὰ 𝒢α΄ ἢ σε΄ βιῶσαι. δεῖ γάρ λογίζεσθαι ἀπὸ τῶν ἰσημερινῶν ζῳδίων Κριοῦ τε καὶ Ζυγοῦ τὰς προσθέσεις τε καὶ ἀφαιρέσεις τῶν ἐτῶν κατὰ τὴν ἁρμονίαν τοῦ μεγέθους, καὶ δεῖ εἰδέναι ἑνὸς ἑκάστου ζῳδίου τὸ πλῆθος τῶν ἐτῶν· οὐ γὰρ δυνατὸν τὸν Ζυγὸν ὑπὲρ τὰς 𝒢α΄ μερίσαι οὐδὲ τὸν Αἰγόκερων ὑπὲρ τὰς σε΄ . εἰ δέ τις τῶν πανούργων τὸν ὡροσκόπον καὶ ἐν τούτῳ τῷ κύκλῳ ἀντὶ καλῶν φήσει τινὰ ὑπερ τὰ 𝒢΄ ἔτη βεβιωκέναι, αὐτόθεν χρὴ νοεῖν, [*](1 τοὺς] ποιοῦσι Rad. 6 δεῖ] δὲ S 8 ἐπαγγελλομένη S 10 ὅπως] ὁδὸς S 13 nempe προστιθεμένων 14 nempe διαψεύσεται 20 abundat τινὰς 22 sq. nempe τῶν πολυχρονίων 23 fort. δὲ ἐπίθανον 27 τὸν] τῶν Sa 28 δυνατὸν S excidit fere τὸν μέγιστον χρόνον 34 πανούρου S facile ἀντιβάλλων aut ἀντιλαβών)

316
ὅτι διαψεύσεται βουλόμενος ἀδύνατον μεθοδεύειν· καὶ οὕτως τῆς ἰδίας ἀμαθίας κατεγνωκὼς ἔκληψιν ἀληθείας ἀναλήψεται. ἤ ποτε καὶ μέρους ὥρας ὅρους χρόνου μηνῶν ἀληθὴς συνεγγίζων δὲ τῇ ἀκριβείᾳ συνδραμεῖ τῷ καταγομένῳ χρόνῳ, κλιμακτὴρ μὲν ἰσοθάνατος καὶ κινδυνώδεις αἰτίαι γενήσονται, οὐ παρακολουθήσει δὲ θάνατος διὰ τὸ τὴν διάστασιν τῶν ἐτῶν ἀμφίβολον γεγονέναι καὶ ὕποπτον. οἷον ἐὰν βάλῃ τις ὥρας γ΄ , προσκοπεῖν δεήσει καὶ τὸ τῆς β΄ ὥρας καὶ τὸ τῆς δ΄ καὶ τούτων τοὺς χρόνους εἰ συνεγγίζουσι τῇ δεδομένῃ ὥρᾳ· δυνατὸν γὰρ τὴν κατὰ σκοπὸν παραπεσεῖν. οὐ λέγω δὲ τὴν πόρρωθεν ὥραν συγκρίνειν τῇ γ΄ , οἷον τὴν ζ΄ ἢ η΄ ἢ θ΄ ι΄ ια΄ ιβ΄ (τεχνικὸς γὰρ οὗτος ὁ τόπος γενήσεται), ἀλλὰ τὴν πλησίον τῆς μέντοι γε ὑστέρας μοίρας τὸ Ϛ΄ τῶν ἐτῶν δεῖ λογίζεσθαι, ἐπεὶ καθὼς προεῖπον ἐν τῷ ὀργάνῳ αἱ μοῖραι ἀνὰ β΄  προσθέσεως ἀριθμὸν ἔχουσιν, ὧν ἡ μία τῶν ἐτῶν λογισθήσεται. οἷον ἐὰν τὰ δωδεκαπλασιασθέντα μέγεθος σημαίνῃ ἔτη ζ΄ ις΄ ιε΄ ιδ΄ ἥμισυ, τούτων τὸ ἥμισυ. ἐὰν δὲ εἰς σύνδεσμον ἔλθῃ ἡ ὡροσκοποῦσα μοῖρα, μίαν ἀφαίρεσιν ἐτῶν ποιήσεται τοῦ μεγέθους, τουτέστι τῶν ζ΄ ιϚ΄ ιε΄ ιδ΄ ἥμισυ. Σκοπεῖν δὲ δεῖ καὶ τὴν τοῦ Ἡλίου μοῖραν ἀκριβῶς· ἐὰν γὰρ παρὰ λεπτὸν εἴη, ἀφαιρῶ τὸ ἀνάλογον. ἐκ παρατηρήσεως δὲ Ἡλίου καὶ τὸν ὡροσκόπον εὗρον ἐν Παρθένῳ παρὰ μίαν μοῖραν καὶ δύο φέροντα.

Ἔστω δὲ ἐπὶ ὑποδείγματος ἔτος Ϛ΄ Τραϊανοῦ Χοιὰκ α΄ εἰς τὴν β΄ ὥρα νυκτερινὴ η΄ σύνοδος⟩ Τοξότῃ η΄ λ΄. ἔλαβον ἀπὸ τῆς συνοδικῆς ἡμέρας τε καὶ ὥρας ἕως τῆς τῶν γενέσεων ἡμέρας καὶ ὥρας, γίγνονται ἡμέραι ζ΄ ὧραι ιδ΄ αἵπερ εἰσὶν μισυ τοῦ ἀπὸ συνόδου δρόμου ἕως τῆς πανσελήνου τουτέστι τῶν ιε΄ ἡμερῶν. τούτου τὸ ἥμισυ ἀφεῖλον ἀπὸ τοῦ μεγέθους εἰς τὸν ὡροσκόπον ιβ΄ ο τῆς τοῦ Τοξότου μοίρας η΄ , ὅπερ ἐστὶ ιβ΄, ὧν τὸ ἥμισυ γίγνεται Ϛ΄ τοῦτο τὸ μέρος ὥρας ἡγοῦμαι. ψηφί σας οὖν ὥρας θ΄ καὶ προστιθεὶς τὸ μέρος καὶ ἐγκλίματος σνθ΄ εὗρον τὰς πάσας τογ΄ κ΄, ἐξ ὧν ἀφεῖλον κύκλου ἑνὸς τξ΄· λοιπαὶ ιγ΄ κ΄. ταύτας ἔχων [*](2 ἔκνηψιν opinor 3 haec corrupta et lacunosa; possis εἴ ποτε κ. μέρος ὥ. ἢ ὅρος χ. μὴ ἀλ....συνδράμῃ 7 immo λάβῃ 8 εἰ] εἰπεῖν S nolui εἰ πως 9 κατὰ σκοπὸν dubium 14 προθέσεως S an ὧν ἥμισυ? 16 ἥμισυ potius in S quem ς΄ 20 possis etiam παρατηρήσας δὲ Ἥλιον 21 nempe διαφέροντα 24 ἔτους S 26 nolui τῶν γενεθλίων 29 immo τούτων aut τοῦτο 30 ο΄ potius quam ε΄ in S)

317
εἰσῆλθον κατὰ τὸ ἔγκλιμα καὶ εὗρον κατὰ τὴν κθ΄ μοῖραν τοῦ Κριοῦ παρακειμένας κλίματος ιϚ΄ κε΄· χρηματίζει ἄρα αὕτη. καὶ προσέθηκα ταῖς κθ΄ ἄλλας η΄ . ἅς ἀφεῖλον ἀπὸ τῆς ἡλιακῆς μοίρας, καὶ γίγνεται Γαύρου ζ΄ μοῖρα ὡροσκοποῦσα. ταύτας ἔχων εἰσῆλθον εἰς τὸ προκείμενον ὄργανον κατὰ τὴν τοῦ Γαύρου μοῖ~ραν ζ΄ καὶ εὗρον παρακείμενα κ΄· τὰ δὲ κ΄ τῆς ἑξηκοντάδος ἐστὶ γ΄ . λαμβάνω τοῦ μεγέθους τὸ γ΄ οὕτως· ἐπεὶ τῇ κθ΄ μοίρᾳ τοῦ Κριοῦ, ὅπου κατέληξε τὸ ἔγκλιμα, παράκειται μέγεθος ις΄ κδ΄ ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ καὶ γίγνονται ρ𝒢ς΄ μη΄ τούτων λαμβάνω τὸ γ΄ . γίγνονται ἔτη ξε΄ ἥμισυ· τῷ ξε΄ ἡμίσει ἔτει ἐτελεύτα. Τὴν δὲ ἀφαίρεσιν τῶν η΄ μοιρῶν καὶ πρόσθεσιν ἐκ τῶν ἡλιακῶν μοιρῶν διʼ ἥν αἰτίαν ἐποιησάμην, τῷ προϊόντι λόγῳ δηλώσω. καὶ αὕτη μὲν συνοδικὴ γένεσις καὶ ἐγνωσμένη μοι ἐξ ἀκοῆς, ὥς τινες μαθεῖν βουλόμενοι τὴν τοῦ μαθήματος ὕπαρξιν ταῦτα πράσσουσι.

Ἄλλη. Οὐεσπασιανοῦ ἔτος ζ΄ Επιφὶ κε΄ εἰς τὴν κς΄ ὥρα νυκτερινὴ ς΄ κλίμα Σελήνης. Ἥλιος Καρκίνῳ κζ΄ μγ΄ , Σελήνη Ἰχθύσι ιβ΄ νβ΄, πανσέληνος Επιφὶ κβ΄ ὥρᾳ ἡμερινῇ ς΄ Αἰγόκερῳ κ΄. ἀπὸ πανσεληνιακῆς ἡμέρας τε καὶ ὥρας ἐπὶ τὴν γενεθλιακὴν ἡμέραν τε καὶ ὥραν γίγνονται ἡμέραι γ΄ ὧραι ιβ΄ αἵπερ εἰσὶ τοῦ ἀπὸ πανσελήνου δρόμου ἐπὶ σύνοδον, τουτέστι τῶν ιε΄ , ε΄λ΄ τοῦτο ἀφεῖλον ἀπὸ τοῦ μεγέθους τοῦ παρακειμένου τῇ τοῦ Αἰγόκερω μοίρᾳ κ΄, ὅπερ ἐστὶ ιβ΄ κ΄, καὶ λοιπαὶ γίγνονται ε΄ β΄ τοῦτο μέρος ὥρας ἔσται. ἐψήφισα οὖν ὥρας β΄ καὶ προσέθηκα μέρος ἐγκλίματος τζ΄ . γίγνονται τμ΄ νε΄ ταύτας εὗρον ἐν τῷ ἐγκλίματι περὶ τὴν κθ΄ τοῦ Ὑδροχόου καὶ προσέθηκα τὰς η΄ καὶ γίγνεται ὁ ὡροσκόπος Ὑδροχόου μοῖραι ζ΄ . ταύτας ἔχων εἰσῆλθον εἰς τὸ ὄργανον κατὰ τὴν ζ΄ μοῖραν τῶν Ἰχθύων καὶ εὗρον παρακειμένας κϚ΄ , αἵπερ εἰσὶν τῆς ἑξηκοντάδος γ΄ ι΄ τὸ δὲ παρακείμενον μέγεθος τῇ τοῦ Ὑδροχόου μοίρᾳ κθ΄ ἐτύγχανεν ιγ΄ ἐγγύς. ταῦτα ποιῶ ἐπὶ τὸν ιβ΄ , γίγνονται ρνς΄ εἶτα λαμβάνω τὸ γ΄ καὶ τὸ ι΄, γίγνονται ξη΄ ἐτελεύτα κατʼ ἀρχὰς τῷ ξθ΄ ἥμισυ ἔτει.