Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. κλίμα Ϛ΄ Τραϊανοῦ ἔτος η΄ Φαρμουθὶ κς΄ . ὡροσκόπον οἱ πλείους ἔφερον Καρκίνῳ βουλόμενοί που ἀγαθοποιοὺς κεντρῶσαι, εὕρομεν δὲ ἡμεῖς ἐκ τῶν πραγμάτων Διδύμοις· Ἥλιος Ταύρῳ γ΄ , Σελήνη Γοξότῃ κγ΄ . ταῖς γ΄ μοίραις τοῦ Ἥλίου παράκειται Ὑδροχόος· ἐν τούτῳ τὰς κγ΄ εὗρον Σκορπίῳ· τοῦτον ἐν Διδύμοις εὗρον περὶ μοίρας ιη΄ . τὸ μεταξὺ σελίδιον ἓν προστίθημι ταῖς κγ΄ καὶ γίνονται κδ΄ αἵτινες ἐν Διδύμοις ὡροσκόπουν. εἰσελθὼν κατὰ τὸ γ΄ κλίμα εὗρον κδ΄ νε΄. ἐβίωσεν ἔτη κβ΄ ἡμέρας με΄ .

Ταῖς μὲν οὖν συντεταγμέναις παραγγελίαις καὶ κλιμακτηρικαῖς ἀγωγαῖς προσέχων τις οὐ διαμαρτήσει. ὥσπερ δὲ οἰκοδεσπότης ἢ αἵρεσις ἢ ἀκτινοβολία ὅτε μὲν πρόσθεσιν ἐτῶν ἔχει ὅτε δὲ ἀφαίρεσιν κατὰ τὰς τῶν ἀγαθοποιῶν μαρτυρίας, τὸν αὐτὸν τρόπον καὶ αὕτη ἡ ἀγωγὴ ἔχει. ἔστι δὲ ἡ διάκρισις μετὰ πολλοῦ πόνου οὕτως ἡμῖν ἐζητημένη, ἣν καὶ ὑποτάξομεν διʼ ὑποδειγμάτων.

Ἄλλη. Ἀδριανοῦ ἔτος θ΄ Φαμενὼθ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Κριῷ ς΄, Σελήνη Κριῷ λ΄, ὡροσκόπος Σκορπίῳ. ταῖς ς΄ τοῦ Κριοῦ παράκειται Τοξότης, ἐν Τοξότῃ ταῖς ς΄ Καρκίνος· τοῦτον ἐν Σκορπίῳ εὗρον περὶ μοίρας κβ΄· οὗτος ἔσται [*](1 τοῦτον S 14 Παρθένον] Cancri signum S 17 numeri corrupti 19 ἔφερον tradebant 21 κγ΄] κα΄ S Ἡλίου] immo Γαύρου 23 ἓν] πρῶ- τον S 25 numeri turbati 31 ἐζητημένου S 32 ρ i. e. νυκτε- ρινὴ ὥρα S)

309
ἡλιακὸς ὡροσκοπικὸς γνώμων. εἰσελθὼν καὶ κατὰ τὰς λ΄ τῆς Σελήνης μοίρας εὗρον Σκορπίον· Σκορπίῳ τὰς τοῦ ἡλιακοῦ γνώμονος μοίρας κβ΄ εὗρον περὶ τὸν αὐτόν. συνεφώνησεν οὖν ὁ ἡλιακὸς γνώμων τῷ σεληνιακῷ γνώμονι· τὴν οὖν διάκρισιν οὕτως ἐποιησάμην. ἔλαβον τὰς λοιπὰς ὡροσκόπου μοίρας η΄ καὶ ἅς ἐπέχει ὁ Ἥλιος μοίρας ς΄ καὶ ἅς ἐπέχει ἡ Σελήνη μοίρας λ΄ καὶ γίνονται μοῖραι μδ΄ ταύτας ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου Κριοῦ καὶ κατέληξεν περὶ τὴν δ΄ καὶ ι΄ μοῖραν τοῦ Ταύρου ἐν τόπῳ Διδύμων. τούτους ζητῶ Σκορπίῳ τῷ ὡροσκόπῳ καὶ εὗρον περὶ μοίρας ιβ΄. τὰς οὖν μεταξὺ τῆς κβ΄ μοίρας σελίδιά ἐστι γ΄ ταύτας προστίθημι ταῖς κβ΄ μοίραις καὶ γίνονται ὡροσκοποῦσαι διευκρινημένως ἐν Σκορπίῳ μοῖραι κε΄ , αἷς παράκεινται κατὰ τὸ ς΄ κλίμα ἐν τῷ α΄ ὅρῳ λα΄ κη΄ ἐτελεύτα τῷ λα΄ ἔτει. οἱ μέντοι πλεῖστοι περιφεύγοντες τὴν τοῦ Ἄρεως ἀντίζυγον στάσιν ἔφερον Ζυγῷ τὸν ὡροσκόπον.

Ἄλλη. Ἀδριανοῦ ἔτος ιε΄ Ἐπιφὶ ις΄ ὥρα ἡμερινὴ γ΄ . Ἥλιος Καρκίνῳ κ΄ , Σελήνη Διδύμοις κε΄, ὡροσκόπος Παρθένῳ. ταῖς κ΄ τοῦ Καρκίνου παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν τῷ ὡροσκοποῦντι εὗρον ἐν τῇ κ΄ μοίρᾳ. ὁμοίως ταῖς τῆς Σελήνης μοίραις κέ παράκειται Ὑδροχόος· Ὑδροχόῳ ἐν ταῖς κ΄ τοῦ ἡλιακοῦ γνώμονος εὑρέθη Κριός· τοῦτον ἐν Παρθένῳ εὗρον περὶ μοίρας κθ΄ ἐπεὶ οὖν ὁ σεληνιακὸς γνώμων προάγει τὸν ἡλιακὸν γνώμονα, τὰ μεταξὺ σελίδιά ἐστι β΄ . ταύτας ἀφαιρῶ ἐκ τῶν κ΄ καὶ λοιπαὶ γίγνονται ἐν Παρθένῳ μοῖραι ιη΄ . τὴν δὲ διευκρίνησιν οὕτως ἐποιησάμην ἔλαβον τὰς λοιπὰς τῆς Παρθένου μοίρας ιβ΄ καὶ ἅπερ εἶχεν ὁ Ἥλιος κ΄ καὶ ἃς ἐπέχει ἡ Σελήνη κε΄ καὶ γίγνονται νζ΄ . ταῦτα ἀπέλυσα ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου καὶ κατέληξεν Καρκίνῳ μοίραις κζ΄ , αἵτινες σημαίνουσι τόπον Ὑδροχόου. Ὑδροχόον ζητῶν ἐν Παρθένῳ εὗρον περὶ μοίρας κς΄ τὰ δὲ μεταξὺ τῆς ιη΄ μοίρας σελίδια η΄ ἀφαιρῶ ἐκ τῶν η΄· λοιπαὶ γίγνονται ις΄ Παρθένου, αἷς παράκειται κατὰ τὸ β΄ κλίμα κα΄ κ΄. ἐτελεύτα τῷ κα΄ ἔτει.