Anthologiarum libri

Vettius Valens

Vettius Valens. Anthologiarum libri. Kroll, Wilhelm, editor. Berlin: Weidmann, 1908.

Ἄλλη. Τραϊανοῦ ἔτος τη΄ Θὼθ ιδ΄ εἰς ιε΄ ὥρα νυκτερινὴ θ΄. Ἥλιος Παρθένῳ κβ΄ Σελήνη Ὑδροχόῳ δ΄ ὡροσκόπος Λέοντι --- παράκειται Λέων. ἐν Λέοντι τῇ α΄ β΄ γ΄ παράκειται Τοξότης· τοῦτον ἐν Λέοντι τῷ ὡροσκοποῦντι ὁμοίως εὗρον περὶ τὴν αὑτὴν μοῖραν α΄ β΄ γ΄. ὡροσκοπεῖ Λέοντος μοῖρα α΄ , ἧ παράκειται κατὰ τὸ α΄ κλίμα ἔτος α΄ ἐτελεύτα τῷ α΄ ἔτει.

Ἄλλη. Ἀντωνίνου ἔτος ε΄ Τυβὶ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ ια΄. Ἥλιος Ὑδροχόῳ ς΄, Σελήνη Γούρῳ κη΄ . ὡροσκόπος Ἀἰγόκερῳ ζ΄ . τῷ Ὑδροχόῳ παράκειται Παρθένος, ἐν Παρθένῳ Καρκίνος· τοῦτον ἐν Αἰγόκερῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας α΄ β΄ τῇ δὲ κη΄ σεληνιακῇ μοίρᾳ ἐν Γαύρῳ παράκειται Κριός. ἐν Κρίῷ τὴν α΄ β΄ εἰσενέγκας εὗρον Λέοντα· τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας ι΄ ια΄ . τὰ μεταξύ σελίδια γ΄ ἀφ αιρῶ ἀπὸ τῆς β΄ τῆς Παρθένου τὰς γ΄ . καὶ γίνονται λοιπαὶ Τοξότου κη΄ , αἵ εἰσιν μῆνες· ἐτελεύτα ἐτῶν γ΄ .

Ἄλλη. Ἀντωνίνου ἔτος ιε΄ Τυβὶ ιβ΄ ὥρα ἡμερινὴ α΄. Ἡλιος Αἰγόκερῳ κ΄ . Σελήνη Διδύμοις κη΄ , ὡροσκόπος Αἰγόκερῳ. ταῖς κ΄ [*](19 πα΄] γ΄ ια΄ S 27 τιμὶ S 29 τοῦτον] Geminorum nota in S 31 τὴν] τῆ S 33 debebat ἀπὸ τῆς ς΄ τοῦ Αἰγόκερω, si horoscopus bene traditur 36 τυμὶ S)

308
τοῦ Αἰγόρερω παράκειται Ζυγός· ἐν Ζυγῷ Ἰχθύες· τούτους ἐν τῷ ὡροσκοποῦντι εὗρον Αἰγόκερῳ περὶ μοίρας κθ΄ λ΄. εἶτα ταῖς κη΄ σεληνιακαῖς μοίραις ἐν Διδύμοις ⟨εὗρον⟩ παρακείμενον Ὑδροχόον, ἐν Ὑδροχόῳ ταῖς κθ΄ μοίραις τοῦ ἡλιακοῦ γνώμονος εὖρον πάλιν Ὑδροχόον. τοῦτον ἐν Αἰγόκερῳ εὗρον περὶ μοίρας κγ΄ κδ΄· τὰ δὲ μεταξὺ σελίδια β΄ ἃ προσέθηκα ταῖς κθ΄ τοῦ Αἰγόκερω. καὶ γέγονεν ὁ ὡροσκόπος Ὑδροχόῳ μοίρᾳ α΄ , ἧ παράκειται κατὰ τὸ Ϛ΄ κλίμα ο μδ΄· ἐτελεύτα ἐν τῷ α΄.

Ἄλλη. Ἀντωνίνου ἔτος κα΄ Ἀθύρ κη΄ εἰς κθ΄ ὥρα νυκτερινὴ γ΄ Ἥλιος Τοξότῃ ς΄, Σελήνη Ὑδροχόῳ ε΄ . ὡροσκόπος Καρκίνῳ. ταῖς ς΄ τοῦ Τοξότου παράκειται Καρκίνος· ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ τὴν αὐτὴν Ϛ΄ μοῖραν. ὁμοίως ταῖς τῆς Σελήνης γ΄ μοίραις ἐν Ὑδροχόῳ παράκειται Καρκίνος· ἐν Καρκίνῳ Ϛ΄ παράκειται Παρθένος. Παρθένον ἐν Καρκίνῳ τῷ ὡροσκοποῦντι εὗρον περὶ μοίρας κ΄· τὰ μεταξὺ σελίδια ε΄· ταύτας ἀφεῖλον ἀπὸ τῶν ς΄ καὶ λοιπαὶ γίνεται Καρκίνου μοῖρα α΄ , ἥτις καὶ ὡροσκοπεῖ. ταύτῃ παράκειται α΄ β΄ ἔζησεν μα΄ .